Text copied!
CopyCompare
μετάφραση των εβδομήκοντα - ΒΑΣΙΛΕΙΩΝ Γ - ΒΑΣΙΛΕΙΩΝ Γ 16

ΒΑΣΙΛΕΙΩΝ Γ 16:4-17

Help us?
Click on verse(s) to share them!
4Τὸν τεθνηκότα τοῦ Βαασὰ ἐν τῇ πόλει καταφάγονται αὐτὸν οἱ κύνες, καὶ τὸν τεθνηκότα αὐτοῦ ἐν τῷ πεδίῳ καταφάγονται αὐτὸν τὰ πετεινὰ τοῦ οὐρανοῦ.
5Καὶ τὰ λοιπὰ τῶν λόγων Βαασὰ καὶ πάντα ἃ ἐποίησε, καὶ αἱ δυναστεῖαι αὐτοῦ, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐν βιβλίῳ λόγων τῶν ἡμερῶν τῶν βασιλέων Ἰσραήλ;
6Καὶ ἐκοιμήθη Βαασὰ μετὰ τῶν πατέρων αὐτοῦ, καὶ θάπτεται ἐν Θερσᾷ, καὶ βασιλεύει Ἠλὰ υἱὸς αὐτοῦ ἀντʼ αὐτοῦ.
7Καὶ ἐν χειρὶ Ἰοὺ υἱοῦ Ἀνανὶ ἐλάλησε Κύριος ἐπὶ Βαασὰ καὶ ἐπὶ τὸν οἶκον αὐτοῦ, πᾶσαν τὴν κακίαν ἣν ἐποίησεν ἐνώπιον Κυρίου τοῦ παροργίσαι αὐτὸν ἐν τοῖς ἔργοις τῶν χειρῶν αὐτου, τοῦ εἶναι κατὰ τὸν οἶκον Ἱεροβοὰμ, καὶ ὑπὲρ τοῦ πατάξαι αὐτόν.
8Καὶ Ἠλὰ υἱὸς Βαασὰ ἐβασίλευσεν ἐπὶ Ἰσραὴλ δύο ἔτη ἐν Θερσᾷ.
9Καὶ συνέστρεψεν ἐπʼ αὐτὸν Ζαμβρὶ ὁ ἄρχων τῆς ἡμίσους τῆς ἵππου, καὶ αὐτὸς ἦν ἐν Θερσᾷ πίνων μεθύων ἐν τῷ οἴκῳ Ὠσᾶ τοῦ οἰκονόμου ἐν Θερσᾷ.
10Καὶ εἰσῆλθε Σαμβρὶ καὶ ἐπάταξεν αὐτὸν καὶ ἐθανάτωσεν αὐτὸν, καὶ ἐβασίλευσεν ἀντʼ αὐτοῦ.
11Καὶ ἐγενήθη ἐν τῷ βασιλεῦσαι αὐτὸν ἐν τῷ καθίσαι αὐτὸν ἐπὶ τοῦ θρόνου αὐτοῦ, καὶ ἐπάταξεν ὅλον τὸν οἶκον Βαασὰ,
12κατὰ τὸ ῥῆμα ὃ ἐλάλησε Κύριος ἐπὶ τὸν οἶκον Βαασὰ, καὶ πρὸς Ἰοὺ τὸν προφήτην
13περὶ πασῶν τῶν ἁμαρτιῶν Βαασὰ καὶ Ἠλὰ τοῦ υἱοῦ αὐτοῦ, ὡς ἐξήμαρτε τὸν Ἰσραὴλ, τοῦ παροργίσαι Κύριον τὸν Θεὸν Ἰσραὴλ ἐν τοῖς ματαίοις αὐτῶν.
14Καὶ τὰ λοιπὰ τῶν λόγων Ἠλὰ ἃ ἐποίησεν, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐν βιβλίῳ λόγων τῶν ἡμερῶν τῶν βασιλέων Ἰσραήλ;
15Καὶ Ζαμβρὶ ἐβασίλευσεν ἐν Θερσᾷ ἡμέρας ἑπτά· καὶ ἡ παρεμβολὴ Ἰσραὴλ ἐπὶ Γαβαθὼν τὴν τῶν ἀλλοφύλων.
16Καὶ ἤκουσεν ὁ λαὸς ἐν τῇ παρεμβολῇ, λεγόντων, συνεστράφη Ζαμβρὶ καὶ ἔπαισν τὸν βασιλέα· καὶ ἐβασίλευσαν ἐν Ἰσραὴλ τὸν Ἀμβρὶ τὸν ἡγούμενον τῆς στρατιᾶς ἐπὶ Ἰσραὴλ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐν τῇ παρεμβολῇ.
17Καὶ ἀνέβη Ἀμβρὶ καὶ πᾶς Ἰσραὴλ μετʼ αὐτοῦ ἐκ Γαβαθὼν, καὶ περιεκάθισαν ἐπὶ Θερσᾷ.

Read ΒΑΣΙΛΕΙΩΝ Γ 16ΒΑΣΙΛΕΙΩΝ Γ 16
Compare ΒΑΣΙΛΕΙΩΝ Γ 16:4-17ΒΑΣΙΛΕΙΩΝ Γ 16:4-17