Text copied!
CopyCompare
μετάφραση των εβδομήκοντα - ΑΡΙΘΜΟΙ - ΑΡΙΘΜΟΙ 16

ΑΡΙΘΜΟΙ 16:11-17

Help us?
Click on verse(s) to share them!
11Οὕτως σὺ καὶ πᾶσα ἡ συναγωγή σου ἡ συνηθροισμένη πρὸς τὸν Θεόν· καὶ Ἀαρὼν τίς ἐστιν, ὅτι διαγογγύζετε κατʼ αὐτοῦ;
12Καὶ ἀπέστειλε Μωυσῆς καλέσαι Δαθὰν καὶ Ἀβειρὼν υἱοὺς Ἑλιάβ· καὶ εἶπαν, οὐκ ἀναβαίνομεν.
13Μὴ μικρὸν τοῦτο, ὅτι ἀνήγαγες ἡμᾶς εἰς γῆν ῥέουσαν γάλα καὶ μέλι, ἀποκτεῖναι ἡμᾶς ἐν τῇ ἐρήμῳ, ὅτι κατάρχεις ἡμῶν;
14Ἀρχων εἶ· καὶ σὺ εἰς γῆν ῥέουσαν γάλα καὶ μέλι εἰσήγαγες ἡμᾶς, καὶ ἔδωκας ἡμῖν κλῆρον ἀγροῦ καὶ ἀμπελῶνας; τοὺς ὀφθαλμοὺς τῶν ἀνθρώπων ἐκείνων ἄν ἐξέκοψας; οὐκ ἀναβαίνομεν.
15Καὶ ἐβαρυθύμησε Μωυσῆς σφόδρα, καὶ εἶπε πρὸς Κύριον, μὴ πρόσχῃς εἰς τὴν θυσίαν αὐτῶν· οὐκ ἐπιθύμημα οὐδενὸς αὐτῶν εἴληφα, οὐδὲ ἐκάκωσα οὐδένα αὐτῶν.
16Καὶ εἶπε Μωυσῆς πρὸς Κορὲ, ἁγίασον τὴν συναγωγήν σου, καὶ γίνεσθε ἕτοιμοι ἔναντι Κυρίου σὺ καὶ Ἀαρὼν καὶ αὐτοὶ αὔριον·
17Καὶ λάβετε ἕκαστος τὸ πυρεῖον αὐτοῦ, καὶ ἐπιθήσετε ἐπʼ αὐτὰ θυμίαμα, καὶ προσάξετε ἔναντι Κυρίου ἕκαστος τὸ πυρεῖον αὐτοῦ, πεντήκοντα καὶ διακόσια πυρεῖα, καὶ σὺ καὶ Ἀαρὼν ἕκαστος τὸ πυρεῖον αὐτοῦ.

Read ΑΡΙΘΜΟΙ 16ΑΡΙΘΜΟΙ 16
Compare ΑΡΙΘΜΟΙ 16:11-17ΑΡΙΘΜΟΙ 16:11-17