Text copied!
CopyCompare
μετάφραση των εβδομήκοντα - ΨΑΛΜΟΙ - ΨΑΛΜΟΙ 24

ΨΑΛΜΟΙ 24:2-9

Help us?
Click on verse(s) to share them!
2Ὁ Θεός μου ἐπὶ σοὶ πέποιθα, μὴ καταισχυνθείην· μηδὲ καταγελασάτωσάν μου οἱ ἐχθροί μου,
3καὶ γὰρ πάντες οἱ ὑπομένοντές σε οὐ μὴ καταισχυνθῶσιν· αἰσχυνθήτωσαν οἱ ἀνομοῦντες διακενῆς.
4Τὰς ὁδούς σου, Κύριε, γνώρισόν μοι, καὶ τὰς τρίβους σου δίδαξόν με.
5Ὁδήγησόν με ἐπὶ τὴν ἀλήθειάν σου, καὶ δίδαξόν με, ὅτι σὺ εἶ ὁ Θεὸς ὁ σωτήρ μου, καὶ σὲ ὑπέμεινα ὅλην τὴν ἡμέραν.
6Μνήσθητι τῶν οἰκτιρμῶν σου Κύριε, καὶ τὰ ἐλέη σου, ὅτι ἀπὸ τοῦ αἰῶνος εἰσίν.
7Ἁμαρτίας νεότητός μου, καὶ ἀγνοίας μου μὴ μνησθῇς· κατὰ τὸ ἔλεός σου μνήσθητί μου, ἕνεκεν τῆς χρηστότητος σου, Κύριε.
8Χρηστὸς καὶ εὐθὴς ὁ Κύριος, διὰ τοῦτο νομοθετήσει ἁμαρτάνοντας ἐν ὁδῷ.
9Ὁδηγήσει πρᾳεῖς ἐν κρίσει, διδάξει πρᾳεῖς ὁδοὺς αὐτοῦ.

Read ΨΑΛΜΟΙ 24ΨΑΛΜΟΙ 24
Compare ΨΑΛΜΟΙ 24:2-9ΨΑΛΜΟΙ 24:2-9