3Ἡμέρα τῇ ἡμέρᾳ ἐρεύγεται ῥῆμα, καὶ νὺξ νυκτὶ ἀναγγέλλει γνῶσιν.
4Οὐκ εἰσὶ λαλιαὶ οὐδὲ λόγοι, ὧν οὐχὶ ἀκούονται αἱ φωναὶ αὐτῶν·
5Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν·
6ἐν τῷ ἡλίῳ ἔθετο τὸ σκήνωμα αὐτοῦ, καὶ αὐτὸς ὡς νυμφίος ἐκπορευόμενος ἐκ παστοῦ αὐτοῦ· ἀγαλλιάσεται ὡς γίγας δραμεῖν ὁδὸν αὐτοῦ.
7Ἀπʼ ἄκρου τοῦ οὐρανοῦ ἡ ἔξοδος αὐτοῦ· καὶ τὸ κατάντημα αὐτοῦ ἕως ἄκρου τοῦ οὐρανοῦ· καὶ οὐκ ἔστιν ὃς ἀποκρυβήσεται τὴν θέρμην αὐτοῦ.
8Ὁ νόμος τοῦ Κυρίου ἄμωμος ἐπιστρέφων ψυχὰς, ἡ μαρτυρία Κυρίου πιστὴ σοφίζουσα νήπια.
9Τὰ δικαιώματα Κυρίου εὐθέα εὐφραίνοντα καρδίαν, ἡ ἐντολὴ Κυρίου τηλαυγὴς φωτίζουσα ὀφθαλμούς.
10Ὁ φόβος Κυρίου ἁγνὸς διαμένων εἰς αἰῶνα αἰῶνος, τὰ κρίματα Κυρίου ἀληθινὰ δεδικαιωμένα ἐπὶ τὸ αὐτό·
11Ἐπιθυμητὰ ὑπὲρ χρυσίον καὶ λίθον τίμιον πολὺν, καὶ γλυκύτερα ὑπὲρ μέλι καὶ κηρίον.
12Καὶ γὰρ ὁ δοῦλός σου φυλάσσει αὐτὰ, ἐν τῷ φυλάσσειν αὐτὰ ἀνταπόδοσις πολλή.
13Παραπτώματα τίς συνήσει; ἐκ τῶν κρυφίων μου καθάρισόν με,
14καὶ ἀπὸ ἀλλοτρίων φεῖσαι τοῦ δούλου σου· ἐὰν μή μου κατακυριεύσωσι, τότε ἄμωμος ἔσομαι, καὶ καθαρισθήσομαι ἀπὸ ἁμαρτίας μεγάλης.
15Καὶ ἔσονται εἰς εὐδοκίαν τὸ λόγια τοῦ στόματός μου, καὶ ἡ μελέτη τῆς καρδίας μου ἐνώπιόν σου διαπαντός· Κύριε βοηθέ μου, καὶ λυτρωτά μου.