Text copied!
CopyCompare
μετάφραση των εβδομήκοντα - ΖΑΧΑΡΙΑΣ. ΙΑʹ

ΖΑΧΑΡΙΑΣ. ΙΑʹ 12

Help us?
Click on verse(s) to share them!
1Λῆμμα λόγου Κυρίου ἐπὶ τὸν Ἰσραήλ· λέγει Κύριος, ἐκτείνων οὐρανὸν, καὶ θεμελιῶν γῆν, καὶ πλάσσων πνεῦμα ἀνθρώπου ἐν αὐτῷ,
2ἰδοὺ ἐγὼ τίθημι τὴν Ἱερουσαλὴμ ὡς πρόθυρα σαλευόμενα πᾶσι τοῖς λαοῖς κύκλῳ, καὶ ἐν τῇ Ἰουδαίᾳ ἔσται περιοχὴ ἐπὶ Ἱερουσαλήμ.
3Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ θήσομαι τὴν Ἱερουσαλὴμ λίθον καταπατούμενον πᾶσι τοῖς ἔθνεσι· πᾶς ὁ καταπατῶν αὐτὴν ἐμπαίζων ἐμπαίξεται, καὶ ἐπισυναχθήσονται ἐπʼ αὐτὴν πάντα τὰ ἔθνη τῆς γῆς.
4Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγει Κύριος παντοκράτωρ, πατάξω πάντα ἵππον ἐν ἐκστάσει, καὶ τὸν ἀναβάτην αὐτοῦ ἐν παραφρονήσει, ἐπὶ δὲ τὸν οἶκον Ἰούδα διανοίξω τοὺς ὀφθαλμούς μου, καὶ πάντας τοὺς ἵππους τῶν λαῶν πατάξω ἐν ἀποτυφλώσει.
5Καὶ ἐροῦσιν οἱ χιλίαρχοι Ἰούδα ἐν ταῖς καρδίαις αὐτῶν, εὑρήσομεν ἑαυτοῖς τοὺς κατοικοῦντας Ἱερουσαλὴμ ἐν Κυρίῳ παντοκράτορι Θεῷ αὐτῶν.
6Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ θήσομαι τοὺς χιλιάρχους Ἰούδα ὡς δαλὸν πυρὸς ἐν ξύλοις, καὶ ὡς λαμπάδα πυρὸς ἐν καλάμῃ, καὶ καταφάγονται ἐκ δεξιῶν, καὶ ἐξ εὐωνύμων πάντας τοὺς λαοὺς κυκλόθεν, καὶ κατοικήσει Ἱερουσαλὴμ ἔτι καθʼ ἑαυτὴν ἐν Ἱερουσαλήμ.
7Καὶ σώσει Κύριος τὰ σκηνώματα Ἰούδα, καθὼς ἀπʼ ἀρχῆς, ὅπως μὴ μεγαλύνηται καύχημα οἴκου Δαυὶδ, καὶ ἔπαρσις τῶν κατοικούντων Ἱερουσαλὴμ ἐπὶ τὸν Ἰούδα.
8Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ὑπερασπιεῖ Κύριος ὑπὲρ τῶν κατοικούντων Ἱερουσαλὴμ, καὶ ἔσται ὁ ἀσθενῶν ἐν αὐτοῖς ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ὡς Δαυὶδ, ὁ δὲ οἶκος Δαυὶδ ὡς οἶκος Θεοῦ, ὡς ἄγγελος Κυρίου ἐνώπιον αὐτῶν.
9Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ζητήσω ἐξᾷραι πάντα τὰ ἔθνη τὰ ἐρχόμενα ἐπὶ Ἱερουσαλήμ.
10Καὶ ἐκχεῶ ἐπὶ τὸν οἶκον Δαυὶδ, καὶ ἐπὶ τοὺς κατοικοῦντας Ἱερουσαλὴμ πνεῦμα χάριτος καὶ οἰκτιρμοῦ· καὶ ἐπιβλέψονται πρὸς μὲ, ἀνθʼ ὧν κατωρχήσαντο· καὶ κόψονται ἐπʼ αὐτὸν κοπετὸν, ὡς ἐπʼ ἀγαπητῷ, καὶ ὀδυνηθήσονται ὀδύνην, ὡς ἐπὶ τῷ πρωτοτόκῳ.
11Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ μεγαλυνθήσεται ὁ κοπετὸς ἐν Ἱερουσαλὴμ, ὡς κοπετὸς ῥοῶνος ἐν πεδίῳ ἐκκοπτομένου.
12Καὶ κόψεται ἡ γῆ κατὰ φυλὰς φυλάς· φυλὴ οἴκου Δαυὶδ καθʼ ἑαυτὴν, καὶ αἱ γυναῖκες αὐτῶν καθʼ ἑαυτάς· φυλὴ οἴκου Νάθαν καθʼ ἑαυτὴν, καὶ αἱ γυναῖκες αὐτῶν καθʼ ἑαυτάς·
13φυλὴ οἴκου Λευὶ καθʼ ἑαυτὴν, καὶ αἱ γυναῖκες αὐτῶν καθʼ ἑαυτάς· φυλὴ τοῦ Συμεὼν καθʼ ἑαυτὴν, καὶ αἱ γυναῖκες αὐτῶν καθʼ ἑαυτάς.
14Πᾶσαι αἱ ὑπολελειμμέναι φυλαὶ, φυλὴ καθʼ ἑαυτὴν, καὶ γυναῖκες αὐτῶν καθʼ ἑαυτάς.