Text copied!
CopyCompare
μετάφραση των εβδομήκοντα - ΑΡΙΘΜΟΙ - ΑΡΙΘΜΟΙ 23

ΑΡΙΘΜΟΙ 23:3-12

Help us?
Click on verse(s) to share them!
3Καὶ εἶπε Βαλαὰμ πρὸς Βαλὰκ, παράστηθι ἐπὶ τῆς θυσίας σου, καὶ πορεύσομαι εἴ μοι φανεῖται ὁ Θεὸς ἐν συναντήσει, καὶ ῥῆμα ὃ ἐάν μοι δείξῃ, ἀναγγελῶ σοι· καὶ παρέστη Βαλὰκ ἐπὶ τῆς θυσίας αὐτοῦ.
4Καὶ Βαλαὰμ ἐπορεύθη ἐπερωτῆσαι τὸν Θεόν· καὶ ἐπορεύθη εὐθεῖαν· καὶ ἐφάνη ὁ Θεὸς τῷ Βαλαὰμ· καὶ εἶπε πρὸς αὐτὸν Βαλαάμ, τοὺς ἑπτὰ βωμοὺς ἡτοίμασα, καὶ ἀνεβίβασα μόσχον καὶ κριὸν ἐπὶ τὸν βωμόν.
5Καὶ ἐνέβαλεν ὁ Θεὸς ῥῆμα εἰς τὸ στόμα Βαλαὰμ, καὶ εἶπεν, ἐπιστραφεὶς πρὸς Βαλὰκ, οὕτω λαλήσεις.
6Καὶ ἀπεστράφη πρὸς αὐτόν· καὶ ὁ δὲ ἐφιστήκει ἐπὶ τῶν ὁλοκαυτωμάτων αὐτοῦ, καὶ πάντες οἱ ἄρχοντες Μωὰβ μετʼ αὐτοῦ· καὶ ἐγενήθη πνεῦμα Θεοῦ ἐπʼ αὐτῷ.
7Καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτοῦ, εἶπεν ἐκ Μεσοποταμίας μετεπέμψατό με Βαλὰκ βασιλεὺς Μωὰβ ἐξ ὀρέων ἀπʼ ἀνατολῶν, λέγων, δεῦρο ἄρασαί μοι τὸν Ἰακώβ, καὶ δεῦρο ἐπικατάρασαί μοι τὸν Ἰσραήλ.
8Τί ἀράσωμαι ὃν μὴ ἀρᾶται Κύριος; ἢ τί καταράσωμαι ὃν μὴ καταρᾶται ὁ Θεός;
9Ὅτι ἀπὸ κορυφῆς ὀρέων ὄψομαι αὐτὸν, καὶ ἀπὸ βουνῶν προσνοήσω αὐτόν· ἰδοὺ λαὸς μόνος κατοικήσει, καὶ ἐν ἔθνεσιν οὐ συλλογισθήσεται.
10Τίς ἐξηκριβάσατο τὸ σπέρμα Ἰακὼβ, καὶ τίς ἐξαριθμήσεται δήμους Ἰσραήλ; ἀποθάνοι ἡ ψυχή μου ἐν ψυχαῖς δικαίων, καὶ γένοιτο τὸ σπέρμα μου ὡς τὸ σπέρμα τούτων.
11Καὶ εἶπε Βαλὰκ πρὸς Βαλαὰμ, τί πεποίηκάς μοι; εἰς κατάρασιν ἐχθρῶν μου κέκληκά σε, καὶ ἰδοὺ εὐλόγηκας εὐλογίαν.
12Καὶ εἶπε Βαλαὰμ πρὸς Βαλὰκ, οὐχὶ ὅσα ἂν ἐμβάλῃ ὁ Θεὸς εἰς τὸ στόμα μου, τοῦτο φυλάξω λαλῆσαι;

Read ΑΡΙΘΜΟΙ 23ΑΡΙΘΜΟΙ 23
Compare ΑΡΙΘΜΟΙ 23:3-12ΑΡΙΘΜΟΙ 23:3-12