Text copied!
CopyCompare
μετάφραση των εβδομήκοντα - ΨΑΛΜΟΙ - ΨΑΛΜΟΙ 25

ΨΑΛΜΟΙ 25:1-12

Help us?
Click on verse(s) to share them!
1Τοῦ Δαυίδ. Κρίνον με, Κύριε, ὅτι ἐγὼ ἐν ἀκακίᾳ μου ἐπορεύθην, καὶ ἐπὶ τῷ Κυρίῳ ἐλπίζων οὐ μὴ σαλευθῶ.
2Δοκίμασόν με, Κύριε, καὶ πείρασόν με, πύρωσον τοὺς νεφρούς μου καὶ τὴν καρδίαν μου.
3Ὅτι τὸ ἔλεός σου κατέναντι τῶν ὀφθαλμῶν μου ἐστὶ, καὶ εὐηρέστησα ἐν τῇ ἀληθείᾳ σου.
4Οὐκ ἐκάθισα μετὰ συνεδρίου ματαιότητος, καὶ μετὰ παρανομούντων οὐ μὴ εἰσέλθω·
5Ἐμίσησα ἐκκλησίαν πονηρευομένων, καὶ μετὰ ἀσεβῶν οὐ μὴ καθίσω.
6Νίψομαι ἐν ἀθώοις τὰς χεῖράς μου, καὶ κυκλώσω τὸ θυσιαστήριόν σου, Κύριε·
7Τοῦ ἀκοῦσαι φωνῆς αἰνέσεως, καὶ διηγήσασθαι πάντα τὰ θαυμάσιά σου.
8Κύριε, ἠγάπησα εὐπρέπειαν οἴκου σου, καὶ τόπον σκηνώματος δόξης σου.
9Μὴ συναπολέσῃς μετὰ ἀσεβῶν τὴν ψυχήν μου, καὶ μετὰ ἀνδρῶν αἱμάτων τὴν ζωήν μου,
10ὧν ἐν χερσὶν ἀνομίαι, ἡ δεξιὰ αὐτῶν ἐπλήσθη δώρων.
11Ἐγὼ δὲ ἐν ἀκακίᾳ μου ἐπορεύθην, λύτρωσαί με καὶ ἐλέησόν με.
12Ὁ ποῦς μου ἔστη ἐν εὐθύτητι, ἐν ἐκκλησίαις εὐλογήσω σε Κύριε.

Read ΨΑΛΜΟΙ 25ΨΑΛΜΟΙ 25
Compare ΨΑΛΜΟΙ 25:1-12ΨΑΛΜΟΙ 25:1-12