Text copied!
CopyCompare
Η Καινή Διαθήκη - ΚΑΤΑ ΛΟΥΚΑΝ - ΚΑΤΑ ΛΟΥΚΑΝ 23

ΚΑΤΑ ΛΟΥΚΑΝ 23:18-33

Help us?
Click on verse(s) to share them!
18Ἀνέκραξαν δὲ παμπληθεὶ λέγοντες· «Αἶρε τοῦτον, ἀπόλυσον δὲ ἡμῖν Βαραββᾶν»—
19ὅστις ἦν διὰ στάσιν τινὰ γενομένην ἐν τῇ πόλει, καὶ φόνον, βεβλημένος εἰς φυλακήν.
20Πάλιν οὖν ὁ Πιλᾶτος προσεφώνησεν, θέλων ἀπολῦσαι τὸν Ἰησοῦν.
21Οἱ δὲ ἐπεφώνουν λέγοντες· «Σταύρωσον, σταύρωσον αὐτόν.»
22Ὁ δὲ τρίτον εἶπεν πρὸς αὐτούς· «Τί γὰρ κακὸν ἐποίησεν οὗτος; Οὐδὲν αἴτιον θανάτου εὗρον ἐν αὐτῷ· παιδεύσας οὖν αὐτὸν ἀπολύσω.»
23Οἱ δὲ ἐπέκειντο φωναῖς μεγάλαις, αἰτούμενοι αὐτὸν σταυρωθῆναι· καὶ κατίσχυον αἱ φωναὶ αὐτῶν, καὶ τῶν ἀρχιερέων.
24Ὁ δὲ Πιλᾶτος ἐπέκρινεν γενέσθαι τὸ αἴτημα αὐτῶν.
25Ἀπέλυσεν δὲ τὸν διὰ στάσιν καὶ φόνον βεβλημένον εἰς τὴν φυλακήν, ὃν ᾐτοῦντο· τὸν δὲ Ἰησοῦν παρέδωκεν τῷ θελήματι αὐτῶν.
26Καὶ ὡς ἀπήγαγον αὐτόν, ἐπιλαβόμενοι Σίμωνός τινος Κυρηναίου (ἐρχομένου ἀπ᾿ ἀγροῦ), ἐπέθηκαν αὐτῷ τὸν σταυρὸν φέρειν ὄπισθεν τοῦ Ἰησοῦ.
27Ἠκολούθει δὲ αὐτῷ πολὺ πλῆθος τοῦ λαοῦ, καὶ γυναικῶν αἳ καὶ ἐκόπτοντο καὶ ἐθρήνουν αὐτόν.
28Στραφεὶς δὲ πρὸς αὐτὰς ὁ Ἰησοῦς εἶπεν· «Θυγατέρες Ἱερουσαλήμ, μὴ κλαίετε ἐπ᾿ ἐμέ· πλὴν ἐφ᾿ ἑαυτὰς κλαίετε καὶ ἐπὶ τὰ τέκνα ὑμῶν.
29Ὅτι ἰδού, ἔρχονται ἡμέραι ἐν αἷς ἐροῦσιν, ‹Μακάριαι αἱ στεῖραι, καὶ κοιλίαι αἳ οὐκ ἐγέννησαν καὶ μαστοὶ οἳ οὐκ ἐθήλασαν.›
30Τότε ἄρξονται λέγειν τοῖς ὄρεσιν, ‹Πέσετε ἐφ᾿ ἡμᾶς,› καὶ τοῖς βουνοῖς, ‹Καλύψατε ἡμᾶς.›
31Ὅτι εἰ ἐν τῷ ὑγρῷ ξύλῳ ταῦτα ποιοῦσιν, ἐν τῷ ξηρῷ τί γένηται;»
32Ἤγοντο δὲ καὶ ἕτεροι δύο, κακοῦργοι, σὺν αὐτῷ ἀναιρεθῆναι.
33Καὶ ὅτε ἀπῆλθον ἐπὶ τὸν τόπον τὸν καλούμενον Κρανίον, ἐκεῖ ἐσταύρωσαν αὐτόν· καὶ τοὺς κακούργους, ὃν μὲν ἐκ δεξιῶν, ὃν δὲ ἐξ ἀριστερῶν.

Read ΚΑΤΑ ΛΟΥΚΑΝ 23ΚΑΤΑ ΛΟΥΚΑΝ 23
Compare ΚΑΤΑ ΛΟΥΚΑΝ 23:18-33ΚΑΤΑ ΛΟΥΚΑΝ 23:18-33