Text copied!
CopyCompare
Η Καινή Διαθήκη - ΚΑΤΑ ΛΟΥΚΑΝ - ΚΑΤΑ ΛΟΥΚΑΝ 12

ΚΑΤΑ ΛΟΥΚΑΝ 12:48-57

Help us?
Click on verse(s) to share them!
48Ὁ δὲ μὴ γνούς, ποιήσας δὲ ἄξια πληγῶν, δαρήσεται ὀλίγας. Παντὶ δὲ ᾧ ἐδόθη πολύ, πολὺ ζητηθήσεται παρ᾿ αὐτοῦ· καὶ ᾧ παρέθεντο πολύ, περισσότερον αἰτήσουσιν αὐτόν.
49»Πῦρ ἦλθον βαλεῖν εἰς τὴν γῆν, καὶ τί θέλω εἰ ἤδη ἀνήφθη;
50Βάπτισμα δὲ ἔχω βαπτισθῆναι, καὶ πῶς συνέχομαι ἕως οὗ τελεσθῇ.
51Δοκεῖτε ὅτι εἰρήνην παρεγενόμην δοῦναι ἐν τῇ γῇ; Οὐχί, λέγω ὑμῖν, ἀλλ᾿ ἢ διαμερισμόν.
52Ἔσονται γὰρ ἀπὸ τοῦ νῦν πέντε ἐν οἴκῳ ἑνὶ διαμεμερισμένοι· τρεῖς ἐπὶ δυσὶν καὶ δύο ἐπὶ τρισίν.
53Διαμερισθήσεται πατὴρ ἐπὶ υἱῷ καὶ υἱὸς ἐπὶ πατρί, μήτηρ ἐπὶ θυγατρὶ καὶ θυγάτηρ ἐπὶ μητρί, πενθερὰ ἐπὶ τὴν νύμφην αὐτῆς καὶ νύμφη ἐπὶ τὴν πενθερὰν αὐτῆς.»
54Ἔλεγεν δὲ καὶ τοῖς ὄχλοις· «Ὅταν ἴδητε τὴν νεφέλην ἀνατέλλουσαν ἀπὸ δυσμῶν, εὐθέως λέγετε, ‹Ὄμβρος ἔρχεται,› καὶ γίνεται οὕτως.
55Καὶ ὅταν νότον πνέοντα, λέγετε ὅτι ‹Καύσων ἔσται,› καὶ γίνεται.
56Ὑποκριταί, τὸ πρόσωπον τοῦ οὐρανοῦ καὶ τῆς γῆς οἴδατε δοκιμάζειν, τὸν δὲ καιρὸν τοῦτον πῶς οὐ δοκιμάζετε;
57Τί δέ, καὶ ἀφ᾿ ἑαυτῶν, οὐ κρίνετε τὸ δίκαιον;

Read ΚΑΤΑ ΛΟΥΚΑΝ 12ΚΑΤΑ ΛΟΥΚΑΝ 12
Compare ΚΑΤΑ ΛΟΥΚΑΝ 12:48-57ΚΑΤΑ ΛΟΥΚΑΝ 12:48-57