1Εἰς τὸ τέλος, μὴ διαφθείρῃς, ψαλμὸς ᾠδῆς τῷ Ἀσάφ.
2Ἐξομολογησόμεθα σοι ὁ Θεὸς, ἐξομολογησόμεθα, καὶ ἐπικαλεσόμεθα τὸ ὄνομά σου· διηγήσομαι πάντα τὰ θαυμάσιά σου.
3Ὅταν λάβω καιρὸν, ἐγὼ εὐθύτητας κρινῶ.
4Ἐτάκη ἡ γῆ, καὶ πάντες οἱ κατοικοῦντες αὐτὴν, ἐγὼ ἐστερέωσα τοὺς στύλους αὐτῆς· διάψαλμα.
5Εἶπα τοῖς παρανομοῦσι, μὴ παρανομεῖν, καὶ τοῖς ἁμαρτάνουσι, μὴ ὑψοῦτε κέρας.
6Μὴ ἐπαίρετε εἰς ὕψος τὸ κέρας ὑμῶν, μὴ λαλεῖτε κατὰ τοῦ Θεοῦ ἀδικίαν.
7Ὅτι οὔτε ἀπὸ ἐξόδων, οὔτε ἀπὸ δυσμῶν, οὔτε ἀπὸ ἐρήμων ὀρέων,