Text copied!
CopyCompare
μετάφραση των εβδομήκοντα - ΨΑΛΜΟΙ - ΨΑΛΜΟΙ 40

ΨΑΛΜΟΙ 40:1-13

Help us?
Click on verse(s) to share them!
1Εἰς τὸ τέλος, ψαλμὸς τῷ Δαυίδ.
2Μακαρίος ὁ συνιῶν ἐπὶ πτωχὸν καὶ πένητα, ἐν ἡμέρᾳ πονηρᾷ ῥύσεται αὐτὸν ὁ Κύριος.
3Κύριος φυλάξαι αὐτὸν καὶ ζήσαι αὐτὸν, καὶ μακαρίσαι αὐτὸν ἐν τῇ γῇ, καὶ μὴ παραδοῖ αὐτὸν εἰς χεῖρας ἐχθροῦ αὐτοῦ.
4Κύριος βοηθήσαι αὐτῷ ἐπὶ κλίνης ὀδύνης αὐτοῦ, ὅλην τὴν κοίτην αὐτοῦ ἔστρεψας ἐν τῇ ἀῤῥωστίᾳ αὐτοῦ.
5Ἐγὼ εἶπα, Κύριε ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.
6Οἱ ἐχθροί μου εἶπαν κακά μοι, πότε ἀποθανεῖται καὶ ἀπολεῖται τὸ ὄνομα αὐτοῦ;
7Καὶ εἰ εἰσεπορεύετο τοῦ ἰδεῖν, μάτην ἐλάλει ἡ καρδία αὐτοῦ, συνήγαγεν ἀνομίαν ἑαυτῷ, ἐξεπορεύετο ἔξω, καὶ ἐλάλει
8ἐπὶ τὸ αὐτό. Κατʼ ἐμοῦ ἐψιθύριζον πάντες οἱ ἐχθροί μου, κατʼ ἐμοῦ ἐλογίζοντο κακά μοι.
9Λόγον παράνομον κατέθεντο κατʼ ἐμοῦ, μὴ ὁ κοιμώμενος οὐχὶ προσθήσει τοῦ ἀναστῆναι;
10Καὶ γὰρ ὁ ἄνθρωπος τῆς εἰρήνης μου ἐφʼ ὃν ἤλπισα, ὁ ἐσθίων ἄρτους μου ἐμεγάλυνεν ἐπʼ ἐμὲ πτερνισμόν.
11Σὺ δὲ Κύριε ἐλέησόν με, καὶ ἀνάστησόν με, καὶ ἀνταποδώσω αὐτοῖς.
12Ἐν τούτῳ ἔγνων, ὅτι τεθέληκάς με ὅτι οὐ μὴ ἐπιχαρῇ ὁ ἐχθρός μου ἐπʼ ἐμέ.
13Ἐμοῦ δὲ διὰ τὴν ἀκακίαν ἀντελάβου, καὶ ἐβεβαίωσάς με ἐνώπιόν σου εἰς τὸν αἰῶνα.

Read ΨΑΛΜΟΙ 40ΨΑΛΜΟΙ 40
Compare ΨΑΛΜΟΙ 40:1-13ΨΑΛΜΟΙ 40:1-13