6καὶ νῦν ἰδοὺ ὕψωσε τὴν κεφαλήν μου ἐπʼ ἐχθρούς μου· ἐκύκλωσα καὶ ἔθυσα ἐν τῇ σκηνῇ αὐτοῦ θυσίαν ἀλαλαγμοῦ, ᾄσομαι καὶ ψαλῶ τῷ Κυρίῳ·
7Εἰσάκουσον, Κύριε, τῆς φωνῆς μου ἧς ἐκέκραξα, ἐλέησόν με, καὶ εἰσάκουσόν μου.
8Σοὶ εἶπεν ἡ καρδία μου, ἐξεζήτησα τὸ πρόσωπόν σου, τὸ πρόσωπόν σου Κύριε ζητήσω.
9Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπʼ ἐμοῦ, μὴ ἐκκλίνῃς ἐν ὀργῇ ἀπὸ τοῦ δούλου σου· βοηθός μου γενοῦ, μὴ ἐγκαταλίπῃς με, καὶ μὴ ὑπερίδῃς με ὁ Θεὸς ὁ σωτήρ μου.