5Κατάρτισαι τὰ διαβήματά μου ἐν ταῖς τρίβοις σου, ἵνα μὴ σαλευθῇ τὰ διαβήματά μου.
6Ἐγὼ ἐκεκραξα, ὅτι ἐπήκουσας μου ὁ Θεός· κλῖνον τὸ οὖς σου ἐμοὶ, καὶ εἰσάκουσον τῶν ῥημάτων μου.
7Θαυμάστωσον τὰ ἐλέη σου, ὁ σώζων τοὺς ἐλπίζοντας ἐπὶ σέ· ἐκ τῶν ἀνθεστηκότων τῇ δεξιᾷ σου,
8φύλαξόν με ὡς κόρην ὀφθαλμοῦ· ἐν σκέπῃ τῶν πτερύγων σου σκεπάσεις με,
9ἀπὸ προσώπου ἀσεβῶν τῶν ταλαιπωρησάντων με· οἱ ἐχθροί μου τὴν ψυχήν μου περιέσχον.
10Τὸ στέαρ αὐτῶν συνέκλεισαν, τὸ στόμα αὐτῶν ἐλάλησεν ὑπερηφανίαν.