1Ψαλμὸς τῷ Δαυίδ. Κύριε, τίς παροικήσει ἐν τῷ σκηνώματί σου; καὶ τίς κατασκηνώσει ἐν τῷ ὄρει τῷ ἁγίῳ σου;
2Πορευόμενος ἄμωμος, καὶ ἐργαζόμενος δικαιοσύνην· λαλῶν ἀλήθειαν ἐν καρδίᾳ αὐτοῦ·
3Ὃς οὐκ ἐδόλωσεν ἐν γλώσσῃ αὐτοῦ, οὐδὲ ἐποίησε τῷ πλησίον αὐτοῦ κακὸν, καὶ ὀνειδισμὸν οὐκ ἔλαβεν ἐπὶ τοὺς ἔγγιστα αὐτοῦ·
4Ἐξουδένωται ἐνώπιον αὐτοῦ πονηρευόμενος, τοὺς δὲ φοβουμένους Κύριον δοξάζει· ὁ ὀμνύων τῷ πλησίον αὐτοῦ καὶ οὐκ ἐθετῶν·