Text copied!
CopyCompare
Η Καινή Διαθήκη - ΚΑΤΑ ΛΟΥΚΑΝ - ΚΑΤΑ ΛΟΥΚΑΝ 12

ΚΑΤΑ ΛΟΥΚΑΝ 12:53-59

Help us?
Click on verse(s) to share them!
53Διαμερισθήσεται πατὴρ ἐπὶ υἱῷ καὶ υἱὸς ἐπὶ πατρί, μήτηρ ἐπὶ θυγατρὶ καὶ θυγάτηρ ἐπὶ μητρί, πενθερὰ ἐπὶ τὴν νύμφην αὐτῆς καὶ νύμφη ἐπὶ τὴν πενθερὰν αὐτῆς.»
54Ἔλεγεν δὲ καὶ τοῖς ὄχλοις· «Ὅταν ἴδητε τὴν νεφέλην ἀνατέλλουσαν ἀπὸ δυσμῶν, εὐθέως λέγετε, ‹Ὄμβρος ἔρχεται,› καὶ γίνεται οὕτως.
55Καὶ ὅταν νότον πνέοντα, λέγετε ὅτι ‹Καύσων ἔσται,› καὶ γίνεται.
56Ὑποκριταί, τὸ πρόσωπον τοῦ οὐρανοῦ καὶ τῆς γῆς οἴδατε δοκιμάζειν, τὸν δὲ καιρὸν τοῦτον πῶς οὐ δοκιμάζετε;
57Τί δέ, καὶ ἀφ᾿ ἑαυτῶν, οὐ κρίνετε τὸ δίκαιον;
58»Ὡς γὰρ ὑπάγεις μετὰ τοῦ ἀντιδίκου σου ἐπ᾿ ἄρχοντα, ἐν τῇ ὁδῷ δὸς ἐργασίαν ἀπηλλάχθαι ἀπ᾿ αὐτοῦ, μήποτε κατασύρῃ σε πρὸς τὸν κριτήν, καὶ ὁ κριτής σε παραδῷ τῷ πράκτορι, καὶ ὁ πράκτωρ βάλῃ σε εἰς φυλακήν.
59Λέγω σοι, οὐ μὴ ἐξέλθῃς ἐκεῖθεν ἕως οὗ καὶ τὸ ἔσχατον λεπτὸν ἀποδῷς.»

Read ΚΑΤΑ ΛΟΥΚΑΝ 12ΚΑΤΑ ΛΟΥΚΑΝ 12
Compare ΚΑΤΑ ΛΟΥΚΑΝ 12:53-59ΚΑΤΑ ΛΟΥΚΑΝ 12:53-59