Text copied!
CopyCompare
μετάφραση των εβδομήκοντα - ΒΑΣΙΛΕΙΩΝ Γ - ΒΑΣΙΛΕΙΩΝ Γ 2

ΒΑΣΙΛΕΙΩΝ Γ 2:4-30

Help us?
Click on verse(s) to share them!
4Ἵνα στήσῃ Κύριος τὸν λόγον αὐτοῦ ὃν ἐλάλησε, λέγων, ἐὰν φυλάξωσιν οἱ υἱοί σου τὴν ὁδὸν αὐτῶν πορεύεσθαι ἐνώπιόν μου ἐν ἀληθείᾳ, ἐν ὅλῃ καρδίᾳ αὐτῶν, λέγων, οὐκ ἐξολοθρευθήσεταί σοι ἀνὴρ ἐπάνωθεν θρόνου Ἰσραήλ.
5Καί γε σὺ ἔγνως ὅσα ἐποίησέ μοι Ἰωὰβ υἱὸς Σαρουίας, ὅσα ἐποίησε τοῖς δυσὶν ἄρχουσι τῶν δυνάμεων Ἰσραὴλ, τῷ Ἀβεννὴρ υἱῷ Νὴρ, καὶ τῷ Ἀμεσσαῒ υἱῷ Ἰεθὲρ, καὶ ἀπέκτεινεν αὐτοὺς, καὶ ἔταξε τὰ αἵματα πολέμου ἐν εἰρήνῃ, καὶ ἔδωκεν αἷμα ἀθῶον ἐν τῇ ζώνῃ αὐτοῦ τῇ ἐν τῇ ὀσφύϊ αὐτοῦ, καὶ ἐν τῷ ὑποδήματι αὐτοῦ τῷ ἐν τῷ ποδὶ αὐτοῦ.
6Καὶ ποιήσεις κατὰ τὴν σοφίαν σου, καὶ σὺ κατάξεις τὴν πολιὰν αὐτοῦ ἐν εἰρήνῃ εἰς ᾅδου.
7Καὶ τοῖς υἱοῖς Βερζελλὶ τοῦ Γαλααδίτου ποιήσεις ἔλεος, καὶ ἔσονται ἐν τοῖς ἐσθίουσιν τὴν τράπεζάν σου· ὅτι οὕτως ἤγγισάν μοι ἐν τῷ με ἀποδιδράσκειν ἀπὸ προσώπου Ἀβεσσαλὼμ τοῦ ἀδελφοῦ σου.
8Καὶ ἰδοὺ μετὰ σοῦ Σεμεῒ υἱὸς Γηρὰ υἱὸς τοῦ Ἰεμινὶ ἐκ Βαουρὶμ, καὶ αὐτὸς κατηράσατό με κατάραν ὀδυνηρὰν τῇ ἡμέρᾳ ᾗ ἐπορευόμην εἰς παρεμβολάς· καὶ αὐτὸς κατέβη εἰς ἀπαντήν μου εἰς τὸν Ἰορδάνην, καὶ ὤμοσα αὐτῷ ἐν Κυρίῳ, λέγων, εἰ θανατώσω σε ἐν ῥομφαίᾳ.
9Καὶ οὐ μὴ ἀθωώσῃς αὐτὸν, ὅτι ἀνὴρ σοφὸς εἶ σύ, καὶ γνώσῃ ἃ ποιήσεις αὐτῷ, καὶ κατάξεις τὴν πολιὰν αὐτοῦ ἐν αἵματι εἰς ᾅδου.
10Καὶ ἐκοιμήθη Δαυὶδ μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἐτάφη ἐν πόλει Δαυίδ.
11Καὶ αἱ ἡμέραι ἃς ἐβασίλευσε Δαυὶδ ἐπὶ τὸν Ἰσραὴλ, τεσσαράκοντα ἔτη· ἐν Χεβρὼν ἐβασίλευσεν ἑπτά ἔτη, καὶ ἐν Ἱερουσαλὴμ τριάκοντα τρία ἔτη.
12Καὶ Σαλωμὼν ἐκάθισεν ἐπὶ θρόνου Δαυὶδ τοῦ πατρὸς αὐτοῦ, καὶ ἡτοιμάσθη ἡ βασιλεία αὐτοῦ σφόδρα.
13Καὶ εἰσῆλθεν Ἀδωνίας υἱὸς Ἀγγὶθ πρὸς Βηρσαβεὲ μητέρα Σαλωμὼν, καὶ προσεκύνησεν αὐτῇ· ἡ δὲ εἶπεν, εἰρήνη ἡ εἴσοδός σου; καὶ εἶπεν, εἰρήνη·
14λόγος μοι πρὸς σέ. Καὶ εἶπεν αὐτῷ, λάλησον.
15Καὶ εἶπεν αὐτῇ, σὺ οἶδας, ὅτι ἐμοὶ ἦν βασιλεία, καὶ ἐπʼ ἐμὲ ἔθετο πᾶς Ἰσραὴλ τὸ πρόσωπον αὐτοῦ εἰς βασιλέα· καὶ ἐστράφη ἡ βασιλεία, καὶ ἐγένετο τῷ ἀδελφῷ μου, ὅτι παρὰ Κυρίου ἐγενήθη αὐτῷ.
16Καὶ νῦν αἴτησιν μίαν ἐγὼ αἰτοῦμαι παρὰ σοῦ, μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου· καὶ εἶπεν αὐτῷ Βηρσαβεὲ, λάλει.
17Καὶ εἶπεν αὐτῇ, εἰπον δὴ πρὸς Σαλωμὼν τὸν βασιλέα, ὅτι οὐκ ἀποστρέψει τὸ πρόσωπον αὐτοῦ ἀπὸ σοῦ, καὶ δώσει μοι τὴν Ἀβισὰγ τὴν Σωμανίτιν εἰς γυναῖκα.
18Καὶ εἶπε Βηρσαβεὲ, καλῶς· ἐγὼ λαλήσω περὶ σοῦ τῷ βασιλεῖ.
19Καὶ εἰσῆλθε Βηρσαβεὲ πρὸς τὸν βασιλέα Σαλωμὼν αλῆσαι αὐτῷ περὶ Ἀδωνίου· καὶ ἐξανέστη ὁ βασιλεὺς εἰς ἀπαντὴν αὐτῇ, καὶ κατεφίλησεν αὐτὴν, καὶ ἐκάθισεν ἐπὶ τοῦ θρόνου· καὶ ἐτέθη θρόνος τῇ μητρὶ τοῦ βασιλέως, καὶ ἐκάθισεν ἐκ δεξιῶν αὐτοῦ.
20Καὶ εἶπεν αὐτῷ, αἴτησιν μίαν μικρὰν ἐγὼ αἰτοῦμαι παρὰ σοῦ, μὴ ἀποστρέψῃς τὸ πρόσωπόν μου· καὶ εἶπεν αὐτῇ ὁ βασιλεύς, αἴτησαι, μήτερ ἐμὴ, καὶ οὐκ ἀποστρέψω σε.
21Καὶ εἶπε, δοθήτω δὴ Ἀβισὰ ἡ Σωμανίτις τῷ Αδωνίᾳ τῷ ἀδελφῷ σου εἰς γυναῖκα.
22Καὶ ἀπεκρίθη ὁ βασιλεὺς Σαλωμὼν, καὶ εἶπε τῇ μητρὶ αὐτοῦ, καὶ ἱνατί σὺ ᾔτησαι τὴν Ἀβισὰλ τῷ Ἀδωνίᾳ; καὶ αἴτησαι αὐτῷ τὴν βασιλείαν, ὅτι οὗτος ἀδελφός μου ὁ μέγας ὑπὲρ ἐμέ, καὶ αὐτῷ Ἀβιάθαρ ὁ ἱερεὺς, καὶ αὐτῷ Ἰωὰβ ὁ υἱὸς Σαρουίας ἀρχιστράτηγος ἑταῖρος.
23Καὶ ὤμοσεν ὁ βασιλεὺς Σαλωμὼν κατὰ τοῦ Κυρίου, λέγων, τάδε ποιήσαι μοι ὁ Θεὸς καὶ τάδε παροσθείη, ὅτι κατὰ τῆς ψυχῆς αὐτοῦ ἐλάλησεν Ἀδωνίας τὸν λόγον τοῦτον.
24Καὶ νῦν ζῇ Κύριος ὃς ἡτοίμασε με καὶ ἔθετό με ἐπὶ τὸν θρόνον Δαυὶδ τοῦ πατρός μου, καὶ αὐτὸς ἐποίησέ μοι οἶκον καθὼς ἐλάλησε Κύριος, ὅτι σήμερον θανατωθήσεται Ἀδωνίας.
25Καὶ ἐξαπέστειλεν ὁ βασιλεὺς Σαλωμὼν ἐν χειρὶ Βαναίου υἱοῦ Ἰωδαὲ, καὶ ἀνεῖλεν αὐτὸν, καὶ ἀπέθανεν Ἀδωνίας ἐν τῇ ἡμέρᾳ ἐκείνῃ.
26Καὶ τῷ Ἀβιάθαρ τῷ ἱερεῖ εἶπεν ὁ βασιλεύς, ἀπότρεχε σὺ εἰς Ἀναθὼθ εἰς ἀγρόν σου, ὅτι ἀνὴρ θανάτου εἶ σὺ ἐν τῇ ἡμέρᾳ ταύτῃ· καὶ οὐ θανατώσω σε, ὅτι ᾖρας τὴν κιβωτὸν τῆς διαθήκης Κυρίου ἐνώπιον τοῦ πατρός μου, καὶ ὅτι ἐκακουχήθης ἐν πᾶσιν οἷς ἐκακουχήθη ὁ πατήρ μου.
27Καὶ ἐξέβαλε Σαλωμὼν τὸν Ἀβιάθαρ τοῦ μὴ εἶναι ἱερέα τοῦ Κυρίου, πληρωθῆναι τὸ ῥῆμα Κυρίου, ὃ ἐλάλησεν ἐπὶ τὸν οἶκον Ἡλὶ ἐν Σηλώμ.
28Καὶ ἡ ἀκοὴ ἦλθεν ἕως Ἰωὰβ υἱοῦ Σαρουίας, ὅτι Ἰωὰβ ἦν κεκλικὼς ὀπίσω Ἀδωνίου, καὶ ὀπίσω Σαλωμὼν οὐκ ἔκλινε· καὶ ἔφυγεν Ἰωὰβ εἰς τὸ σκήνωμα τοῦ Κυρίου, καὶ κατέσχε τῶν κεράτων τοῦ θυσιαστηρίου.
29Καὶ ἀπηγγέλη τῷ Σαλωμὼν, λέγοντες, ὅτι πέφευγεν Ἰωὰβ εἰς τὴν σκηνὴν τοῦ Κυρίου, καὶ ἰδοὺ κατέχει τῶν κεράτων τοῦ θυσιαστηρίου· καὶ ἀπέστειλε Σαλωμὼν ὁ βασιλεὺς πρὸς Ἰωὰβ, λέγων, τί γέγονέ σοι, ὅτι πέφευγας εἰς τὸ θυσιαστήριον; καὶ εἶπεν Ἰωὰβ, ὅτι ἐφοβήθην ἀπὸ προσώπου σου, καὶ ἔφυγον πρὸς Κύριον· καὶ ἀπέστειλε Σαλωμὼν τὸν Βαναίου υἱὸν Ἰωδαὲ, λέγων, πορεύου καὶ ἄνελε αὐτὸν, καὶ θάψον αὐτόν.
30Καὶ ἦλθε Βαναίας υἱὸς Ἰωδαὲ πρὸς Ἰωὰβ εἰς τὴν σκηνὴν τοῦ Κυρίου, καὶ εἶπεν αὐτῷ τάδε λέγει ὁ βασιλεὺς, ἔξελθε· καὶ εἶπεν Ἰωὰβ, οὐκ ἐκπορεύωμαι, ὅτι ὧδε ἀποθανοῦμαι· καὶ ἐπέστρεψε Βαναίας υἱὸς Ἰωδαὲ, καὶ εἶπε τῷ βασιλεῖ, λέγων, τάδε λελάληκεν Ἰωὰβ, καὶ τάδε ἀποκέκριταί μοι.

Read ΒΑΣΙΛΕΙΩΝ Γ 2ΒΑΣΙΛΕΙΩΝ Γ 2
Compare ΒΑΣΙΛΕΙΩΝ Γ 2:4-30ΒΑΣΙΛΕΙΩΝ Γ 2:4-30