Text copied!
CopyCompare
μετάφραση των εβδομήκοντα - ΑΡΙΘΜΟΙ - ΑΡΙΘΜΟΙ 11

ΑΡΙΘΜΟΙ 11:23-34

Help us?
Click on verse(s) to share them!
23Καὶ εἶπε Κύριος πρὸς Μωυσῆν, μὴ χεὶρ Κυρίου οὐκ ἐξαρκέσει; ἤδη γνώσῃ εἰ ἐπικαταλήμψεταί σε ὁ λόγος μου ἢ οὔ.
24Καὶ ἐξῆλθε Μωυσῆς, καὶ ἐλάλησε πρὸς τὸν λαὸν τὰ ῥήματα Κυρίου· καὶ συνήγαγεν ἑβδομήκοντα ἄνδρας ἀπὸ τῶν πρεσβυτέρων τοῦ λαοῦ, καὶ ἔστησεν αὐτὸς κύκλῳ τῆς σκηνῆς.
25Καὶ κατέβη Κύριος ἐν νεφέλῃ, καὶ ἐλάλησε πρὸς αὐτόν· καὶ παρείλατο ἀπὸ τοῦ πνεύματος τοῦ ἐπʼ αὐτῷ, καὶ ἐπέθηκεν ἐπὶ τοὺς ἑβδομήκοντα ἄνδρας τοὺς πρεσβυτέρους· ὡς δὲ ἐπανεπαύσατο πνεῦμα ἐπʼ αὐτοὺς, καὶ ἐπροφήτευσαν, καὶ οὐκ ἔτι προσέθεντο.
26Καὶ κατελείφθησαν δύο ἄνδρες ἐν τῇ παρεμβολῇ, ὄνομα τῷ ἑνὶ Ἑλδὰδ, καὶ ὄνομα τῷ δευτέρῳ Μωδάδ· καὶ ἐπανεπαύσατο ἐπʼ αὐτοὺς πνεῦμα· καὶ οὗτοι ἦσαν τῶν καταγεγραμμένων, καὶ οὐκ ἦλθον πρὸς τὴν σκηνήν· καὶ ἐπροφήτευσαν ἐν τῇ παρεμβολῇ.
27Καὶ προσδραμὼν ὁ νεανίσκος, ἀπήγγειλε Μωυσῇ· καὶ εἶπε, λέγων, Ἑλδὰδ καὶ Μωδὰδ προφητεύουσιν ἐν τῇ παρεμβολῇ.
28Καὶ ἀποκριθεὶς Ἰησοῦς ὁ τοῦ Ναυὴ, ὁ παρεστηκὼς Μωυσῇ, ὁ ἐκλεκτὸς, εἶπε, κύριε Μωυσῆ, κώλυσον αὐτούς.
29Καὶ εἶπε Μωυσῆς αὐτῷ, μὴ ζηλοῖς ἐμέ; καὶ τίς δῴη πάντα τὸν λαὸν Κυρίου προφήτας, ὅταν δῷ Κύριος τὸ πνεῦμα αὐτοῦ ἐπʼ αὐτούς;
30Καὶ ἀπῆλθε Μωυσῆς εἰς τὴν παρεμβολὴν αὐτὸς καὶ οἱ πρεσβύτεροι Ἰσραήλ.
31Καὶ πνεῦμα ἐξῆλθε παρὰ Κυρίου, καὶ ἐξεπέρασεν ὀρτυγομήτραν ἀπὸ τῆς θαλάσσης· καὶ ἐπέβαλεν ἐπὶ τὴν παρεμβολὴν ὁδὸν ἡμέρας ἐντεῦθεν, καὶ ὁδὸν ἡμέρας ἐντεῦθεν, κύκλῳ τῆς παρεμβολῆς, ὡσεὶ δίπηχυ ἀπὸ τῆς γῆς.
32Καὶ ἀναστὰς ὁ λαὸς ὅλην τὴν ἡμέραν, καὶ ὅλην τὴν νύκτα, καὶ ὅλην τὴν ἡμέραν τὴν ἐπαύριον, καὶ συνήγαγον τὴν ὀρτυγομήτραν· ὁ τὸ ὀλίγον, συνήγαγε δέκα κόρους· καὶ ἔψυξαν ἑαυτοῖς ψυγμοὺς κύκλῳ τῆς παρεμβολῆς.
33Τὰ κρέα ἔτι ἦν ἐν τοῖς ὀδοῦσιν αὐτῶν πρινὴ ἐκλείπειν, καὶ Κύριος ἐθυμώθη εἰς τὸν λαὸν, καὶ ἐπάταξε Κύριος τὸν λαὸν πληγὴν μεγάλην σφόδρα.
34Καὶ ἐκλήθη τὸ ὄνομα τοῦ τόπου ἐκείνου, Μνήματα τῆς ἐπιθυμίας· ὅτι ἐκεῖ ἔθαψαν τὸν λαὸν τὸν ἐπιθυμητήν.

Read ΑΡΙΘΜΟΙ 11ΑΡΙΘΜΟΙ 11
Compare ΑΡΙΘΜΟΙ 11:23-34ΑΡΙΘΜΟΙ 11:23-34