9Ἡμέρας ἐντελεῖται Κύριος τὸ ἔλεος αὐτοῦ, καὶ νυκτὸς δηλώσει· παρʼ ἐμοὶ προσευχὴ τῷ Θεῷ τῆς ζωῆς μου,
10ἐρῶ τῷ Θεῷ, ἀντιλήπτωρ μου εἶ, διατί μου ἐπελάθου; ἱνατί σκυθρωπάζων πορεύομαι ἐν τῷ ἐκθλίβειν τὸν ἐχθρόν μου;
11Ἐν τῷ καταθλᾶσθαι τὰ ὀστᾶ μου, ὠνείδισάν με οἱ θλίβοντές με· ἐν τῷ λέγειν αὐτούς μοι καθʼ ἑκάστην ἡμέραν, ποῦ ἐστιν ὁ Θεός σου;
12Ἱνατί περίλυπος εἶ ἡ ψυχή μου, καὶ ἱνατί συνταράσσεις με; ἔλπισον ἐπὶ τὸν Θεὸν, ὅτι ἐξομολογήσομαι αὐτῷ, ἡ σωτηρία τοῦ προσώπου μου, καὶ ὁ Θεός μου.