5Τοῦ διδόντος χιόνα ὡσεὶ ἔριον, ὁμίχλην ὡσεὶ σποδὸν πάσσοντος·
6Βάλλοντος κρύσταλλον αὐτοῦ ὠσεὶ ψωμούς· κατὰ πρόσωπον ψύχους αὐτοῦ τίς ὑποστήσεται;
7Ἀποστελεῖ τὸν λόγον αὐτοῦ, καὶ τήξει αὐτά, πνεύσει τὸ πνεῦμα αὐτοῦ, καὶ ῥυήσεται ὕδατα.
8Ἀπαγγέλλων τὸν λόγον αὐτοῦ τῷ Ἰακώβ, δικαιώματα καὶ κρίματα αὐτοῦ τῷ Ἰσραήλ.