Text copied!
CopyCompare
μετάφραση των εβδομήκοντα - ΨΑΛΜΟΙ - ΨΑΛΜΟΙ 140

ΨΑΛΜΟΙ 140:4-10

Help us?
Click on verse(s) to share them!
4Μὴ ἐκκλίνῃς τὴν καρδίαν μου εἰς λόγους πονηρίας, τοῦ προφασίζεσθαι προφάσεις ἐν ἁμαρτίαις, σὺν ἀνθρώποις ἐργαζομένοις τὴν ἀνομίαν, καὶ οὐ μὴ συνδοιάσω μετὰ τῶν ἐκλεκτῶν αὐτῶν.
5Παιδεύσει με δίκαιος ἐν ἐλέει καὶ ἐλέγξει με, ἔλαιον δὲ ἁμαρτωλοῦ μὴ λιπανάτω τὴν κεφαλήν μου, ὅτι ἔτι καὶ ἡ προσευχή μου ἐν ταῖς εὐδοκίαις αὐτῶν.
6Κατεπόθησαν ἐχόμενα πέτρας οἱ κραταιοὶ αὐτῶν· ἀκούσονται τὰ ῥήματά μου, ὅτι ἠδύνθησαν.
7Ὡσεὶ πάχος γῆς διεῤῥάγη ἐπὶ τῆς γῆς, διεσκορπίσθη τὰ ὀστᾶ ἡμῶν παρὰ τὸν ᾅδην.
8Ὅτι πρὸς σὲ, Κύριε Κύριε, οἱ ὀφθαλμοί μου, ἐπὶ σοὶ ἤλπισα, μὴ ἀντανέλῃς τὴν ψυχήν μου.
9Φύλαξόν με ἀπὸ παγίδος ἧς συνεστήσαντό μοι, καὶ ἀπὸ σκανδάλων τῶν ἐργαζομένων τὴν ἀνομίαν.
10Πεσοῦνται ἐν ἀμφιβλήστρῳ αὐτοῦ ἁμαρτωλοὶ, καταμόνας εἰμὶ ἐγὼ ἕως οὗ ἂν παρέλθω.

Read ΨΑΛΜΟΙ 140ΨΑΛΜΟΙ 140
Compare ΨΑΛΜΟΙ 140:4-10ΨΑΛΜΟΙ 140:4-10