Text copied!
CopyCompare
μετάφραση των εβδομήκοντα - ΠΑΡΟΙΜΙΑΙ - ΠΑΡΟΙΜΙΑΙ 13

ΠΑΡΟΙΜΙΑΙ 13:18-25

Help us?
Click on verse(s) to share them!
18Πενίαν καὶ ἀτιμίαν ἀφαιρεῖται παιδεία, ὁ δὲ φυλάσσων ἐλέγχους δοξασθήσεται.
19Ἐπιθυμίαι εὐσεβῶν ἡδύνουσι ψυχὴν, ἔργα δὲ ἀσεβῶν μακρὰν ἀπὸ γνώσεως.
20Συμπορευόμενος σοφοῖς σοφὸς ἔσῃ, ὁ δὲ συμπορευόμενος ἄφροσι γνωσθήσεται.
21Ἁμαρτάνοντας καταδιώξεται κακὰ, τοὺς δὲ δικαίους καταλήψεται ἀγαθά.
22Ἀγαθὸς ἀνὴρ κληρονομήσει υἱοὺς υἱῶν, θησαυρίζεται δὲ δικαίοις πλοῦτος ἀσεβῶν.
23Δίκαιοι ποιήσουσιν ἐν πλούτῳ ἔτη πολλὰ, ἄδικοι δὲ ἀπολοῦνται συντόμως.
24Ὃς φείδεται τῆς βακτηρίας, μισεῖ τὸν υἱὸν αὐτοῦ ὁ δὲ ἀγαπῶν, ἐπιμελῶς παιδεύει.
25Δίκαιος ἔσθων ἐμπιπλᾷ τὴν ψυχὴν αὐτοῦ, ψυχαὶ δὲ ἀσεβῶν ἐνδεεῖς.

Read ΠΑΡΟΙΜΙΑΙ 13ΠΑΡΟΙΜΙΑΙ 13
Compare ΠΑΡΟΙΜΙΑΙ 13:18-25ΠΑΡΟΙΜΙΑΙ 13:18-25