Text copied!
Bibles in Ancient Greek (to 1453)

ΠΑΡΟΙΜΙΑΙ 13:18-25 in Ancient Greek (to 1453)

Help us?

ΠΑΡΟΙΜΙΑΙ 13:18-25 in μετάφραση των εβδομήκοντα

18 Πενίαν καὶ ἀτιμίαν ἀφαιρεῖται παιδεία, ὁ δὲ φυλάσσων ἐλέγχους δοξασθήσεται.
19 Ἐπιθυμίαι εὐσεβῶν ἡδύνουσι ψυχὴν, ἔργα δὲ ἀσεβῶν μακρὰν ἀπὸ γνώσεως.
20 Συμπορευόμενος σοφοῖς σοφὸς ἔσῃ, ὁ δὲ συμπορευόμενος ἄφροσι γνωσθήσεται.
21 Ἁμαρτάνοντας καταδιώξεται κακὰ, τοὺς δὲ δικαίους καταλήψεται ἀγαθά.
22 Ἀγαθὸς ἀνὴρ κληρονομήσει υἱοὺς υἱῶν, θησαυρίζεται δὲ δικαίοις πλοῦτος ἀσεβῶν.
23 Δίκαιοι ποιήσουσιν ἐν πλούτῳ ἔτη πολλὰ, ἄδικοι δὲ ἀπολοῦνται συντόμως.
24 Ὃς φείδεται τῆς βακτηρίας, μισεῖ τὸν υἱὸν αὐτοῦ ὁ δὲ ἀγαπῶν, ἐπιμελῶς παιδεύει.
25 Δίκαιος ἔσθων ἐμπιπλᾷ τὴν ψυχὴν αὐτοῦ, ψυχαὶ δὲ ἀσεβῶν ἐνδεεῖς.
ΠΑΡΟΙΜΙΑΙ 13 in μετάφραση των εβδομήκοντα