Text copied!
CopyCompare
μετάφραση των εβδομήκοντα - ΛΕΥΙΤΙΚΟΝ - ΛΕΥΙΤΙΚΟΝ 25

ΛΕΥΙΤΙΚΟΝ 25:47-55

Help us?
Click on verse(s) to share them!
47Ἐὰν δὲ εὕρῃ ἡ χεὶρ τοὺ προσηλύτου ἢ τοῦ παροίκου τοῦ παρὰ σοὶ, καὶ ἀπορηθεὶς ὁ ἀδελφός σου πραθῇ τῷ προσηλύτῳ ἢ τῷ παροίκῳ τῷ παρὰ σοὶ, ἢ ἐκ γενετῆς προσηλύτῳ,
48μετὰ τὸ πραθῆναι αὐτῷ, λύτρωσις ἔσται αὐτοῦ· εἷς τῶν ἀδελφῶν αὐτοῦ λυτρώσεται αὐτόν.
49Ἀδελφὸς πατρὸς αὐτοῦ, ἢ υἱὸς ἀδελφοῦ πατρὸς λυτρώσεται αὐτόν, ἢ ἀπὸ τῶν οἰκείων τῶν σαρκῶν αὐτοῦ ἐκ τῆς φυλῆς αὐτοῦ λυτρῶται αὐτόν· ἐὰν δὲ εὐπορηθεὶς ταῖς χερσὶ λυτρῶται ἑαυτὸν,
50καὶ συλλογιεῖται πρὸς τὸν κεκτημένον αὐτὸν ἀπὸ τοῦ ἔτους οὗ ἀπέδοτο ἑαυτὸν αὐτῷ ἕως τοῦ ἐνιαυτοῦ τῆς ἀφέσεως· καὶ ἔσται τὸ ἀργύριον τῆς πράσεως αὐτοῦ ὡς μισθίου· ἔτος ἐξ ἔτους ἔσται μετʼ αὐτοῦ.
51Ἐὰν δέ τινι πλεῖον τῶν ἐτῶν ᾖ, πρὸς ταῦτα ἀποδώσει τὰ λύτρα αὐτοῦ ἀπὸ τοῦ ἀργυρίου τῆς πράσεως αὐτοῦ.
52Ἐὰν δὲ ὀλίγον καταλειφθῇ ἀπὸ τῶν ἐτῶν εἰς τὸν ἐνιαυτὸν τῆς ἀφέσεως, καὶ συλλογιεῖται αὐτῷ κατὰ τὰ ἔτη αὐτοῦ, καὶ ἀποδώσει τὰ λύτρα αὐτοῦ ὡς μισθωτός·
53ἐνιαυτὸς ἐξ ἐνιαυτοῦ ἔσται μετʼ αὐτοῦ· οὐ κατατενεῖς αὐτὸν ἐν τῷ μόχθῳ ἐνώπιόν σου.
54Ἐὰν δὲ μὴ λυτρῶται κατὰ ταῦτα, ἐξελεύσεται ἐν τῷ ἔτει τῆς ἀφέσεως αὐτὸς καὶ τὰ παιδία αὐτοῦ μετʼ αὐτοῦ.
55Ὅτι ἐμοὶ οἱ υἱοὶ Ἰσραὴλ οἰκέται εἰσὶ, παῖδές μου οὗτοί εἰσιν, οὓς ἐξήγαγον ἐκ γῆς Αἰγύπτου.

Read ΛΕΥΙΤΙΚΟΝ 25ΛΕΥΙΤΙΚΟΝ 25
Compare ΛΕΥΙΤΙΚΟΝ 25:47-55ΛΕΥΙΤΙΚΟΝ 25:47-55