Text copied!
CopyCompare
μετάφραση των εβδομήκοντα - ΙΕΡΕΜΙΑΣ

ΙΕΡΕΜΙΑΣ 5

Help us?
Click on verse(s) to share them!
1Περιδράμετε ἐν ταῖς ὁδοῖς Ἱερουσαλὴμ, καὶ ἴδετε, καὶ γνῶτε, καὶ ζητήσατε ἐν ταῖς πλατείαις αὐτῆς, ἐὰν εὕρητε, εἰ ἔστι ποιῶν κρίμα, καὶ ζητῶν πίστιν· καὶ ἵλεως ἔσομαι αὐτοῖς, λέγει Κύριος.
2Ζῇ Κύριος, λέγουσι, διατοῦτο οὐκ ἐν ψεύδεσιν ὀμνύουσι;
3Κύριε, οἱ ὀφθαλμοί σου εἰς πίστιν· ἐμαστίγωσας αὐτοὺς, καὶ οὐκ ἐπόνεσαν, συνετέλεσας αὐτοὺς, καὶ οὐκ ἠθέλησαν δέξασθαι παιδείαν· ἐστερέωσαν τὰ πρόσωπα αὐτῶν ὑπὲρ πέτραν, καὶ οὐκ ἠθέλησαν ἐπιστραφῆναι.
4Καὶ ἐγὼ εἶπα, ἴσως πτωχοί εἰσι, διότι οὐκ ἐδυνάσθησαν, ὅτι οὐκ ἔγνωσαν ὁδὸν Κυρίου, καὶ κρίσιν Θεοῦ.
5Πορεύσομαι πρὸς τοὺς ἁδροὺς, καὶ λαλήσω αὐτοῖς, ὅτι αὐτοὶ ἐπέγνωσαν ὁδὸν Κυρίου, καὶ κρίσιν Θεοῦ· καὶ ἰδοὺ ὁμοθυμαδὸν συνέτριψαν ζυγὸν, διέῤῥηξαν δεσμούς.
6Διατοῦτο ἔπαισεν αὐτοὺς λέων ἐκ τοῦ δρυμοῦ, καὶ λύκος ἕως τῶν οἰκιῶν ὠλόθρευσεν αὐτοὺς, καὶ πάρδαλις ἐγρηγόρησεν ἐπὶ τὰς πόλεις αὐτῶν· πάντες οἱ ἐκπορευόμενοι ἀπʼ αὐτῶν θηρευθήσονται, ὅτι ἐπλήθυναν ἀσεβείας αὐτῶν, ἴσχυσαν ἐν ταῖς ἀποστροφαῖς αὐτῶν.
7Ποίᾳ τούτων ἵλεως γένωμαί σοι; οἱ υἱοί σου ἐγκατέλιπόν με, καὶ ὤμνυον ἐν τοῖς οὐκ οὖσι θεοῖς· καὶ ἐχόρτασα αὐτοὺς, καὶ ἐμοιχῶντο, καὶ ἐν οἴκοις πορνῶν κατέλυον.
8Ἵπποι θηλυμανεῖς ἐγενήθησαν, ἕκαστος ἐπὶ τὴν γυναῖκα τοῦ πλησίον αὐτοῦ ἐχρεμέτιζον.
9Μὴ ἐπὶ τούτοις οὐκ ἐπισκέψομαι; λέγει Κύριος· ἢ ἐν ἔθνει τοιούτῳ οὐκ ἐκδικήσει ἡ ψυχή μου;
10Ἀνάβητε ἐπὶ τοὺς προμαχῶνας αὐτῆς, καὶ κατασκάψατε, συντέλειαν δὲ μὴ ποιήσητε· ὑπολίπεσθε τὰ ὑποστηρίγματα αὐτῆς, ὅτι τοῦ Κυρίου εἰσίν.
11Ὅτι ἀθετῶν ἠθέτησεν εἰς ἐμὲ, λέγει Κύριος, οἶκος Ἰσραὴλ, καὶ οἶκος Ἰούδα
12ἐψεύσατο τῷ Κυρίῳ αὐτῶν, καὶ εἶπαν, οὐκ ἔστι ταῦτα· οὐχ ἥξει ἐφʼ ἡμᾶς κακὰ, καὶ μάχαιραν καὶ λιμὸν οὐκ ὀψόμεθα.
13Οἱ προφῆται ἡμῶν ἦσαν εἰς ἄνεμον, καὶ λόγος Κυρίου οὐχ ὑπῆρχεν ἐν αὐτοῖς.
14Διατοῦτο τάδε λέγει Κύριος παντοκράτωρ, ἀνθʼ ὧν ἐλαλήσατε τὸ ῥῆμα τοῦτο, ἰδοὺ ἐγὼ δέδωκα τοὺς λόγους μου εἰς τὸ στόμα σου πῦρ, καὶ τὸν λαὸν τοῦτον ξύλα, καὶ καταφάγεται αὐτούς.
15Ἰδοὺ ἐγὼ ἐπάγω ἐφʼ ὑμᾶς ἔθνος πόῤῥωθεν, οἶκος Ἰσραὴλ, λέγει Κύριος, ἔθνος οὗ οὐκ ἀκούσει τῆς φωνῆς τῆς γλώσσης αὐτοῦ.
16Πάντες ἰσχυροὶ, καὶ κατέδονται τὸν θερισμὸν ὑμῶν,
17καὶ τοὺς ἄρτους ὑμῶν, καὶ κατέδονται τοὺς υἱοὺς ὑμῶν, καὶ τὰς θυγατέρας ὑμῶν, καὶ κατέδονται τὰ πρόβατα ὑμῶν, καὶ τοὺς μόσχους ὑμῶν, καὶ κατέδονται τοὺς ἀμπελῶνας ὑμῶν, καὶ τοὺς συκῶνας ὑμῶν, καὶ τοὺς ἐλαιῶνας ὑμῶν· καὶ ἀλοήσουσι τὰς πόλεις τὰς ὀχυρὰς ὑμῶν, ἐφʼ αἷς ὑμεῖς πεποίθατε ἐπʼ αὐταῖς, ἐν ῥομφαίᾳ.
18Καὶ ἔσται ἐν ταῖς ἡμέραις ἐκείναις, λέγει Κύριος ὁ Θεός σου, οὐ μὴ ποιήσω ὑμᾶς εἰς συντέλειαν.

19Καὶ ἔσται ὅταν εἴπητε, τίνος ἕνεκεν ἐποίησε Κύριος ὁ Θεὸς ἡμῶν ἡμῖν πάντα ταῦτα; καὶ ἐρεῖς αὐτοῖς, ἀνθʼ ὧν ἐδουλεύσατε θεοῖς ἀλλοτρίοις ἐν τῇ γῇ ὑμῶν, οὕτως δουλεύσετε ἀλλοτρίοις ἐν τῇ γῇ οὐχ ὑμῶν.
20Ἀναγγείλατε ταῦτα εἰς τὸν οἶκον Ἰακὼβ, καὶ ἀκουσθήτω ἐν τῷ οἴκῳ Ἰούδα.
21Ἀκούσατε δὴ ταῦτα λαὸς μωρὸς καὶ ἀκάρδιος, ὀφθαλμοὶ αὐτοῖς καὶ οὐ βλέπουσιν, ὦτα αὐτοῖς καὶ οὐκ ἀκούουσι.
22Μὴ ἐμὲ οὐ φοβηθήσεσθε; λέγει Κύριος· ἢ ἀπὸ προσώπου μου οὐκ εὐλαβηθήσεσθε; τὸν τάξαντα ἄμμον ὅριον τῇ θαλάσσῃ, πρόσταγμα αἰώνιον, καὶ οὐχ ὑπερβήσεται αὐτὸ, καὶ ταραχθήσεται, καὶ οὐ δυνήσεται· καὶ ἠχήσουσι τὰ κύματα αὐτῆς, καὶ οὐχ ὑπερβήσεται αὐτό.
23Τῷ δὲ λαῷ τούτῳ ἐγενήθη καρδία ἀνήκοος καὶ ἀπειθὴς, καὶ ἐξέκλιναν καὶ ἀπήλθοσαν,
24καὶ οὐκ εἶπον ἐν τῇ καρδίᾳ αὐτῶν, φοβηθῶμεν δὴ Κύριον τὸν Θεὸν ἡμῶν, τὸν διδόντα ἡμῖν ὑετὸν πρώϊμον καὶ ὄψιμον, κατὰ καιρὸν πληρώσεως προστάγματος θερισμοῦ, καὶ ἐφύλαξεν ἡμῖν.
25Αἱ ἀνομίαι ὑμῶν ἐξέκλιναν ταῦτα, καὶ αἱ ἁμαρτίαι ὑμῶν ἀπέστησαν τὰ ἀγαθὰ ἀφʼ ὑμῶν.
26Ὅτι εὑρέθησαν ἐν τῷ λαῷ μου ἀσεβεῖς, καὶ παγίδας ἔστησαν τοῦ διαφθεῖραι ἄνδρας, καὶ συνελαμβάνοσαν.
27Ὡς παγὶς ἐφεσταμένη πλήρης πετεινῶν, οὕτως οἱ οἶκοι αὐτῶν πλήρεις δόλου· διατοῦτο ἐμεγαλύνθησαν, καὶ ἐπλούτησαν,
28καὶ παρέβησαν κρίσιν, οὐκ ἔκριναν κρίσιν ὀρφανοῦ, καὶ κρίσιν χήρας οὐκ ἐκρίνοσαν.
29Μὴ ἐπὶ τούτοις οὐκ ἐπισκέψομαι; λέγει Κύριος· ἢ ἐν ἔθνει τῷ τοιούτῳ οὐκ ἐκδικήσει ἡ ψυχή μου;
30Ἔκστασις καὶ φρικτὰ ἐγενήθη ἐπὶ τῆς γῆς.
31Οἱ προφῆται προφητεύουσιν ἄδικα, καὶ οἱ ἱερεῖς ἐπεκρότησαν ταῖς χερσὶν αὐτῶν, καὶ ὁ λαός μου ἠγάπησεν οὕτως· καὶ τί ποιήσετε εἰς τὰ μετὰ ταῦτα;