Text copied!
CopyCompare
μετάφραση των εβδομήκοντα - ΕΣΔΡΑΣ

ΕΣΔΡΑΣ 10

Help us?
Click on verse(s) to share them!
1Καὶ ὡς προσηύξατο Ἔσδρας, καὶ ὡς ἐξηγόρευσε κλαίων καὶ προσευχόμενος ἐνώπιον οἴκου τοῦ Θεοῦ, συνήχθησαν πρὸς αὐτὸν ἀπὸ Ἰσραὴλ ἐκκλησία πολλὴ σφόδρα, ἄνδρες καὶ γυναῖκες καὶ νεανίσκοι, ὅτι ἔκλαυσαν ὁ λαὸς, καὶ ὕψωσε κλαίων.
2Καὶ ἀπεκρίθη Σεχενίας υἱὸς Ἰεὴλ ἀπὸ υἱῶν Ἠλὰμ, καὶ εἶπε τῷ Ἔσδρᾳ, ἡμεῖς ἠσυνθετήσαμεν τῷ Θεῷ ἡμῶν, καὶ ἐκαθίσαμεν γυναῖκας ἀλλοτρίας ἀπὸ τῶν λαῶν τῆς γῆς· καὶ νῦν ἐστιν ὑπομονὴ τῷ Ἰσραὴλ ἐπὶ τούτῳ.
3Καὶ νῦν διαθώμεθα διαθήκην τῷ Θεῷ ἡμῶν ἐκβαλεῖν πάσας τὰς γυναῖκας, καὶ τὰ γενόμενα ἐξ αὐτῶν, ὡς ἂν βούλῃ· ἀνάστηθι, καὶ φοβέρισον αὐτοὺς ἐν ἐντολαῖς Θεοῦ ἡμῶν, καὶ ὡς ὁ νόμος, γενηθήτω.
4Ἀνάστα, ὅτι ἐπὶ σὲ τὸ ῥῆμα, καὶ ἡμεῖς μετὰ σοῦ· κραταιοῦ καὶ ποίησον.
5Καὶ ἀνέστη Ἔσδρας, καὶ ὥρκισε τοὺς ἄρχοντας, τοὺς ἱερεῖς, καὶ Λευείτας, καὶ πάντα Ἰσραὴλ, τοῦ ποιῆσαι κατὰ τὸ ῥῆμα τοῦτο· καὶ ὤμοσαν.
6Καὶ ἀνέστη Ἔσδρας ἀπὸ προσώπου οἴκου τοῦ Θεοῦ, καὶ ἐπορεύθη εἰς γαζοφυλάκιον Ἰωανὰν υἱοῦ Ἐλισοὺβ, και ἐπορεύθη ἐκεῖ· ἄρτον οὐκ ἔφαγε, καὶ ὕδωρ οὐκ ἔπιεν, ὅτι ἐπένθει ἐπὶ τῇ ἀσυνθεσίᾳ τῆς ἀποικίας.
7Καὶ παρήνεγκαν φωνὴν ἐν Ἰούδα καὶ ἐν Ἱερουσαλὴμ πᾶσι τοῖς υἱοῖς τῆς ἀποικίας, τοῦ συναθροισθῆναι εἰς Ἱερουσαλήμ.
8Πᾶς ὃς ἂν μὴ ἔλθῃ εἰς τρεῖς ἡμέρας, ὡς ἡ βουλὴ τῶν ἀρχόντων καὶ τῶν πρεσβυτέρων, ἀναθεματισθήσεται πᾶσα ἡ ὕπαρξις αὐτοῦ, καὶ αὐτὸς διασταλήσεται ἀπὸ ἐκκλησίας τῆς ἀποικίας.
9Καὶ συνήχθησαν πάντες ἄνδρες Ἰούδα καὶ Βενιαμὶν εἰς Ἱερουσαλὴμ εἰς τὰς τρεῖς ἡμέρας· οὗτος ὁ μὴν ὁ ἔννατος· ἐν εἰκάδι τοῦ μηνὸς ἐκάθισε πᾶς ὁ λαὸς ἐν πλατείᾳ οἴκου τοῦ Θεοῦ ἀπὸ θορύβου αὐτῶν περὶ τοῦ ῥήματος, καὶ ἀπὸ τοῦ χειμῶνος.
10Καὶ ἀνέστη Ἔσδρας ὁ ἱερεὺς, καὶ εἶπε πρὸς αὐτοὺς, ὑμεῖς ἠσυνθετήκατε, καὶ ἐκαθίσατε γυναῖκας ἀλλοτρίας τοῦ προσθεῖναι ἐπὶ πλημμέλειαν Ἰσραήλ.
11Καὶ νῦν δότε αἴνεσιν Κυρίῳ Θεῷ τῶν πατέρῶν ἡμῶν, καὶ ποιήσατε τὸ ἀρεστὸν ἐνώπιον αὐτοῦ, καὶ διαστάλητε ἀπὸ λαῶν τῆς γῆς καὶ ἀπὸ τῶν γυναικῶν τῶν ἀλλοτρίων.
12Καὶ ἀπεκρίθησαν πᾶσα ἡ ἐκκλησία, καὶ εἶπαν, μέγα τοῦτο τὸ ῥῆμά σου ἐφʼ ἡμᾶς ποιῆσαι.
13Ἀλλὰ ὁ λαὸς πολὺς, καὶ ὁ καιρὸς χειμερινὸς, καὶ οὐκ ἔστι δύναμις στῆναι ἔξω· καὶ τὸ ἔργον οὐκ εἰς ἡμέραν μίαν καὶ οὐκ εἰς δύο, ὅτι ἐπληθύναμεν τοῦ ἀδικῆσαι ἐν τῷ ῥῆματι τούτῳ·
14Στήτωσαν δὴ ἄρχοντες ἡμῶν, καὶ πᾶσι τοῖς ἐν πόλεσιν ἡμῶν ὃς ἐκάθισε γυναῖκας ἀλλοτρίας, ἐλθέτωσαν εἰς καιροὺς ἀπὸ συνταγῶν, καὶ μετʼ αὐτῶν πρεσβύτεροι πόλεως καὶ πόλεως, καὶ κριταὶ, τοῦ ἀποστρέψαι ὀργὴν θυμοῦ Θεοῦ ἡμῶν ἐξ ἡμῶν, περὶ τοῦ ῥήματος τούτου.
15Πλὴν Ἰωνάθαν υἱὸς Ἀσὴλ, καὶ Ἰαζίας υἱὸς Θεκωὲ μετʼ ἐμοῦ περὶ τούτου· καὶ Μεσουλλὰμ, καὶ Σαββαθαῒ ὁ Λευίτης βοηθῶν αὐτοῖς.
16Καὶ ἐποίησαν οὕτως υἱοὶ τῆς ἀποικίας· Καὶ διεστάλησαν Ἔσρας ὁ ἱερεὺς, καὶ ἄνδρες ἄρχοντες πατριῶν τῷ οἴκῳ, καὶ πάντες ἐν ὀνόμασιν, ὅτι ἐπέστρεψαν ἐν ἡμέρᾳ μιᾷ τοῦ μηνὸς τοῦ δεκάτου ἐκζητῆσαι τὸ ῥῆμα.
17Καὶ ἐτέλεσαν ἐν πᾶσιν ἀνδράσιν οἳ ἐκάθισαν γυναῖκας ἀλλοτρίας, ἕως ἡμέρας μιᾶς τοῦ μηνὸς τοῦ πρώτου.
18Καὶ εὑρέθη ἀπὸ υἱῶν τῶν ἱερέων οἳ ἐκάθισαν γυναῖκας ἀλλοτρίας, ἀπὸ υἱῶν Ἰησοῦ υἱοῦ Ἰωσεδὲκ, καὶ ἀδελφοὶ αὐτοῦ Μαασία, καὶ Ἐλιέζερ, καὶ Ἰαρὶβ, καὶ Γαδαλία.

19Καὶ ἔδωκαν χεῖρα αὐτῶν τοῦ ἐξενέγκαι γυναῖκας ἑαυτῶν, καὶ πλημμελείας κριὸν ἐκ προβάτων περὶ πλημμελήσεως αὐτῶν.
20Καὶ ἀπὸ υἱῶν Ἐμμὴρ, Ἀνανὶ, καὶ Ζαβδία.
21Καὶ ἀπὸ υἱῶν Ἠρὰμ, Μασαὴλ, καὶ Ἐλία, καὶ Σαμαΐα, καὶ Ἰεὴλ, καὶ Ὀζία.
22Καὶ ἀπὸ υἱῶν Φασοὺρ, Ἐλιωναῒ, Μαασία, καὶ Ἰσμαὴλ, καὶ Ναθαναὴλ, καὶ Ἰωζαβὰδ, καὶ Ἠλασά.
23Καὶ ἀπὸ τῶν Λευιτῶν, Ἰωζαβὰδ, καὶ Σαμοὺ, καὶ Κωλία, αὐτὸς Κωλίτας, καὶ Φεθεΐα, καὶ Ἰούδας, καὶ Ἐλιέζερ.
24Καὶ ἀπὸ τῶν ᾀδόντων, Ἐλισάβ· καὶ ἀπὸ τῶν πυλωρῶν, Σολμὴν, καὶ Τελμὴν, καὶ Ὠδούθ.
25Καὶ ἀπὸ Ἰσραὴλ, ἀπὸ υἱῶν Φόρος, Ῥαμία, καὶ Ἀζία, καὶ Μελχία, καὶ Μεαμὶν, καὶ Ἐλεάζαρ, καὶ Ἀσαβία, καὶ Βαναία.
26Καὶ ἀπὸ υἱῶν Ἡλὰμ, Ματθανία, καὶ Ζαχαρία, καὶ Ἰαϊὴλ, καὶ Ἀβδία, καὶ Ἰαριμὼθ, καὶ Ἠλία.
27Καὶ ἀπὸ υἱῶν Ζαθούα, Ἐλιωναῒ, Ἐλισοὺβ, Ματθαναῒ, καὶ Ἀρμὼθ, καὶ Ζαβὰδ, καὶ Ὀζιζά.
28Καὶ ἀπὸ υἱῶν Βαβεῒ, Ἰωανὰν, Ἀνανία, καὶ Ζαβοὺ, καὶ Θαλί.
29Καὶ ἀπὸ υἱῶν Βανουῒ, Μοσολλὰμ, Μαλοὺχ, Ἀδαΐας, Ἰασοὺβ, καὶ Σαλουΐα, καὶ Ῥημώθ.
30Καὶ ἀπὸ υἱῶν Φαὰθ Μωὰβ, Ἐδνὲ, καὶ Χαλὴλ, καὶ Βαναία, Μαασία, Ματθανία, Βεσελεὴλ, καὶ Βανουῒ, καὶ Μανασσῆ·
31Καὶ ἀπὸ υἱῶν Ἠρὰμ, Ἐλιέζερ, Ἰεσία, Μελχία, Σαμαΐας, Σεμεὼν,
32Βενιαμὶν, Βαλοὺχ, Σαμαρία.
33Καὶ ἀπὸ υἱῶν Ἀσὴμ, Μετθανία, Ματθαθὰ, Ζαδὰβ, Ἐλιφαλὲτ, Ἱεραμὶ, Μανασσῆ, Σεμεΐ.
34Καὶ ἀπὸ υἱῶν Βανὶ, Μοοδία, Ἀμρὰμ, Οὐὴλ,
35Βαναία, Βαδαία, Χελκία,
36Οὐουανία, Μαριμὼθ, Ἐλιασὶφ,

37Ματθανία, Ματθαναΐ· καὶ ἐποίησαν
38οἱ υἱοἱ Βανουὶ, καὶ οἱ υἱοὶ Σεμεῒ,
39καὶ Σελεμία, καὶ Νάθαν, καὶ Ἀδαΐα,
40Μαχαδναβοὺ, Σεσεῒ, Σαριοὺ,
41Ἐζριὴλ, καὶ Σελεμία, καὶ Σαμαρία,
42καὶ Σελλοὺμ, Ἀμαρεία, Ἰωσήφ.
43Ἀπὸ υἱῶν Ναβοὺ, Ἰαὴλ, Ματθανίας, Ζαβὰδ, Ζεβεννὰς, Ἰαδαὶ, καὶ Ἰωὴλ, καὶ Βαναία.
44Πάντες οὗτοι ἐλάβοσαν γυναῖκας ἀλλοτρίας, καὶ ἐγέννησαν ἐξ αὐτῶν υἱούς.