Text copied!
CopyCompare
μετάφραση των εβδομήκοντα - ΑΡΙΘΜΟΙ - ΑΡΙΘΜΟΙ 20

ΑΡΙΘΜΟΙ 20:4-11

Help us?
Click on verse(s) to share them!
4Καὶ ἱνατί ἀνηγάγετε τὴν συναγωγὴν Κυρίου εἰς τὴν ἔρημον ταύτην ἀποκτεῖναι ἡμᾶς, καὶ τα κτήνη ἡμῶν;
5Καὶ ἱνατί τοῦτο; ἀνηγάγετε ἡμᾶς ἐξ Αἰγύπτου, παραγενέσθαι εἰς τὸν τόπον τὸν πονηρὸν τοῦτον· τόπος οὗ οὐ σπείρεται, οὐδὲ συκαῖ, οὐδὲ ἄμπελοι, οὔτε ῥοαὶ, οὔτε ὕδωρ ἐστὶ πιεῖν.
6Καὶ ἦλθε Μωυσῆς καὶ Ἀαρὼν ἀπὸ προσώπου τῆς συναγωγῆς ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ ἔπεσον ἐπὶ πρόσωπον· καὶ ὤφθη ἡ δόξα Κυρίου πρὸς αὐτοὺς.
7Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν, λέγων,
8λάβε τὴν ῥάβδον σου, καὶ ἐκκλησίασον τὴν συναγωγὴν σὺ καὶ Ἀαρὼν ὁ ἀδελφός σου, καὶ λαλήσατε πρὸς τὴν πέτραν ἐναντίον αὐτῶν, καὶ δώσει τὰ ὕδατα αὐτῆς, καὶ ἐξοίσετε αὐτοῖς ὕδωρ ἐκ τῆς πέτρας, καὶ ποτιεῖτε τὴν συναγωγὴν, καὶ τὰ κτήνη αὐτῶν.
9Καὶ ἔλαβε Μωυσῆς τὴν ῥάβδον τὴν ἀπέναντι Κυρίου, καθὰ συνέταξε Κύριος.
10Καὶ ἐξεκκλησίασε Μωυσῆς καὶ Ἀαρὼν τὴν συναγωγὴν ἀπέναντι τῆς πέτρας, καὶ εἶπε πρὸς αὐτοὺς, ἀκούσατέ μου οἱ ἀπειθεῖς· μὴ ἐκ τῆς πέτρας ταύτης ἐξάξομεν ὑμῖν ὕδωρ;
11Καὶ ἐπάρας Μωυσῆς τὴν χεῖρα αὐτοῦ, ἐπάταξε τὴν πέτραν τῇ ῥάβδῳ δίς· καὶ ἐξῆλθεν ὕδωρ πολὺ, καὶ ἔπιεν ἡ συναγωγὴ, καὶ τὰ κτήνη αὐτῶν.

Read ΑΡΙΘΜΟΙ 20ΑΡΙΘΜΟΙ 20
Compare ΑΡΙΘΜΟΙ 20:4-11ΑΡΙΘΜΟΙ 20:4-11