Text copied!
CopyCompare
μετάφραση των εβδομήκοντα - ΛΕΥΙΤΙΚΟΝ - ΛΕΥΙΤΙΚΟΝ 9

ΛΕΥΙΤΙΚΟΝ 9:10-19

Help us?
Click on verse(s) to share them!
10Καὶ τὸ στέαρ καὶ τοὺς νεφροὺς καὶ τὸν λοβὸν τοῦ ἥπατος τοῦ περὶ τῆς ἁμαρτίας ἀνήνεγκεν ἐπὶ τὸ θυσιαστήριον, ὃν τρόπον ἐνετείλατο Κύριος τῷ Μωυσῇ.
11Καὶ τὰ κρέα καὶ τὴν βύρσαν κατέκαυσεν αὐτὰ πυρὶ, ἔξω τῆς παρεμβολῆς.
12Καὶ ἔσφαξε τὸ ὁλοκαύτωμα· καὶ προσήνεγκαν οἱ υἱοὶ Ἀαρὼν τὸ αἷμα πρὸς αὐτόν· καὶ προσέχεεν ἐπὶ τὸ θυσιαστήριον κύκλῳ.
13Καὶ τὸ ὁλοκαύτωμα προσήνεγκαν αὐτὸ κατὰ μέλη· αὐτὰ καὶ τὴν κεφαλὴν ἐπέθηκεν ἐπὶ τὸ θυσιαστήριον.
14Καὶ ἔπλυνε τὴν κοιλίαν καὶ τοὺς πόδας ὕδατι· καὶ ἐπέθηκεν ἐπὶ τὸ ὁλοκαύτωμα ἐπὶ τὸ θυσιαστήριον.
15Καὶ προσήνεγκε τὸ δῶρον τοῦ λαοῦ, καὶ ἔλαβε τὸν χίμαρον τὸν περὶ τῆς ἁμαρτίας τοῦ λαοῦ, καὶ ἔσφαξεν αὐτὸν, καὶ ἐκαθάρισεν αὐτὸν, καθὰ καὶ τὸν πρῶτον.
16Καὶ προσήνεγκε τὸ ὁλοκαύτωμα, καὶ ἐποίησεν αὐτὸ ὡς καθήκει.
17Καὶ προσήνεγκε τὴν θυσίαν, καὶ ἔπλησε τὰς χεῖρας ἀπʼ αὐτῆς, καὶ ἐπέθηκεν ἐπὶ τὸ θυσιαστήριον χωρὶς τοῦ ὁλοκαυτώματος τοῦ πρωϊνοῦ.
18Καὶ ἔσφαξε τὸν μόσχον, καὶ τὸν κριὸν τῆς θυσίας τοῦ σωτηρίου τῆς τοῦ λαοῦ· καὶ προσήνεγκαν οἱ υἱοὶ Ἀαρὼν τὸ αἷμα πρὸς αὐτόν, καὶ προσέχεε πρὸς τὸ θυσιαστήριον κύκλῳ,
19καὶ τὸ στέαρ τὸ ἀπὸ τοῦ μόσχου, καὶ τοῦ κριοῦ τὴν ὀσφὺν, καὶ τὸ στέαρ τὸ κατακαλύπτον ἐπὶ τῆς κοιλίας, καὶ τοὺς δύο νεφροὺς, καὶ τὸ στέαρ τὸ ἐπʼ αὐτῶν, καὶ τὸν λοβὸν τὸν ἐπὶ τοῦ ἥπατος.

Read ΛΕΥΙΤΙΚΟΝ 9ΛΕΥΙΤΙΚΟΝ 9
Compare ΛΕΥΙΤΙΚΟΝ 9:10-19ΛΕΥΙΤΙΚΟΝ 9:10-19