Text copied!
CopyCompare
μετάφραση των εβδομήκοντα - ΛΕΥΙΤΙΚΟΝ - ΛΕΥΙΤΙΚΟΝ 5

ΛΕΥΙΤΙΚΟΝ 5:13-19

Help us?
Click on verse(s) to share them!
13Καὶ ἐξιλάσεται περὶ αὐτοῦ ὁ ἱερεὺς περὶ τῆς ἁμαρτίας αὐτοῦ, ἧς ἥμαρτεν ἀφʼ ἑνὸς τούτων, καὶ ἀφεθήσεται αὐτῷ. τὸ δὲ καταλειφθὲν ἔσται τῷ ἱερεῖ, ὡς θυσία τῆς σεμιδάλεως.
14Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν, λέγων,
15ψυχὴ ἣ ἂν λάθῃ αὐτὸν λήθῃ, καὶ ἁμάρτῃ ἀκουσίως ἀπὸ τῶν ἁγίων Κυρίου, καὶ οἴσει τῆς πλημμελείας αὐτοῦ τῷ Κυρίῳ κριὸν ἄμωμον ἐκ τῶν προβάτων, τιμῆς ἀργυρίου σίκλων, τῷ σίκλῳ τῶν ἁγίων, περὶ οὗ ἐπλημμέλησε.
16Καὶ ὃ ἥμαρτεν ἀπὸ τῶν ἁγίων ἀποτίσει αὐτὸ, καὶ τὸ ἐπίπεμπτον προσθήσει ἐπʼ αὐτὸ, καὶ δώσει αὐτὸ τῷ ἱερεῖ· καὶ ὁ ἱερεὺς ἐξιλάσεται περὶ αὐτοῦ ἐν τῷ κριῷ τῆς πλημμελείας, καὶ ἀφεθήσεται αὐτῷ.
17Καὶ ἡ ψυχὴ ἣ ἂν ἁμάρτῃ, καὶ ποιήσει μίαν ἀπὸ πασῶν τῶν ἐντολῶν Κυρίου, ὧν οὐ δεῖ ποιεῖν, καὶ οὐκ ἔγνω, καὶ πλημμελήσῃ, καὶ λάβῃ τὴν ἁμαρτίαν,
18καὶ οἴσει κριὸν ἄμωμον ἐκ τῶν προβάτων, τιμῆς ἀργυρίου εἰς πλημμέλειαν πρὸς τὸν ἱερέα· καὶ ἐξιλάσεται περὶ αὐτοῦ ὁ ἱερεὺς περὶ τῆς ἀγνοίας αὐτοῦ, ἧς ἠγνόησε, καὶ αὐτὸς οὐκ ᾔδει, καὶ ἀφεθήσεται αὐτῷ.
19Ἐπλημμέλησε γὰρ πλημμελείᾳ ἔναντι Κυρίου.

Read ΛΕΥΙΤΙΚΟΝ 5ΛΕΥΙΤΙΚΟΝ 5
Compare ΛΕΥΙΤΙΚΟΝ 5:13-19ΛΕΥΙΤΙΚΟΝ 5:13-19