Text copied!
CopyCompare
μετάφραση των εβδομήκοντα - ΛΕΥΙΤΙΚΟΝ - ΛΕΥΙΤΙΚΟΝ 11

ΛΕΥΙΤΙΚΟΝ 11:4-30

Help us?
Click on verse(s) to share them!
4Πλὴν ἀπὸ τούτων οὐ φάγεσθε, ἀπὸ τῶν ἀναγόντων μηρυκισμὸν, καὶ ἀπὸ τῶν διχηλούντων τὰς ὁπλὰς, καὶ ὀνυχιζόντων ὀνυχιστῆρας· τὸν κάμηλον, ὅτι ἀνάγει μηρυκισμὸν τοῦτο, ὁπλὴν δὲ οὐ διχηλεῖ, ἀκάθαρτον τοῦτο ὑμῖν.
5Καὶ τὸν δασύποδα, ὅτι ἀνάγει μηρυκισμὸν τοῦτο, καὶ ὁπλὴν οὐ διχηλεῖ, ἀκάθαρτον τοῦτο ὑμῖν.
6Καὶ τὸν χοιρογρύλλιον, ὅτι οὐκ ἀνάγει μηρυκισμὸν τοῦτο, καὶ ὁπλὴν οὐ διχηλεῖ, ἀκάθαρτον τοῦτο ὑμῖν.
7Καὶ τὸν ὗν, ὅτι διχηλεῖ ὁπλὴν τοῦτο, καὶ ὀνυχίζει ὄνυχας ὁπλῆς, καὶ τοῦτο οὐκ ἀνάγει μηρυκισμὸν, ἀκάθαρτον τοῦτο ὑμῖν.
8Ἀπὸ τῶν κρεῶν αὐτῶν οὐ φάγεσθε, καὶ τῶν θνησιμαίων αὐτῶν οὐχ ἅψεσθε· ἀκάθαρτα ταῦτα ὑμῖν.
9Καὶ ταῦτα, ἃ φάγεσθε ἀπὸ πάντων τῶν ἐν τοῖς ὕδασι· πάντα ὅσα ἐστὶν αὐτοῖς πτερύγια καὶ λεπίδες ἐν τοῖς ὕδασι, καὶ ἐν ταῖς θαλάσσαις, καὶ ἐν τοῖς χειμάῤῥοις, ταῦτα φάγεσθε.
10Καὶ πάντα ὅσα οὐκ ἔστιν αὐτοῖς πτερύγια, οὐδὲ λεπίδες ἐν τῷ ὕδατι, ἢ ἐν ταῖς θαλάσσαις, καὶ ἐν τοῖς χειμάῤῥοις, ἀπὸ πάντων ὧν ἐρεύγεται τὰ ὕδατα, καὶ ἀπὸ πάσης ψυχῆς τῆς ζώσης ἐν τῷ ὕδατι, βδέλυγμά ἐστι, καὶ βδελύγματα ἔσονται ὑμῖν.
11Ἀπὸ τῶν κρεῶν αὐτῶν οὐκ ἔδεσθε, καὶ τὰ θνησιμαῖα αὐτῶν βδελύξεσθε.
12Καὶ πάντα ὅσα οὐκ ἔστιν αὐτοῖς πτερύγια, οὐδὲ λεπίδες τῶν ἐν τοῖς ὕδασι, βδέλυγμα τοῦτό ἐστιν ὑμῖν.
13Καὶ ταῦτα, ἃ βδελύξεσθε ἀπὸ τῶν πετεινῶν, καὶ οὐ βρωθήσεται, βδέλυγμά ἐστι· τὸν ἀετὸν, καὶ τὸν γρύπα, καὶ τὸν ἁλιαίετον,
14καὶ τὸν γύπα, καὶ τὸν ἴκτινον καὶ τὰ ὅμοια αὐτῷ.
15Καὶ στρουθὸν, καὶ γλαῦκα, καὶ λάρον, καὶ τὰ ὅμοια αὐτῷ·
16Καὶ πάντα κόρακα, καὶ τὰ ὅμοια αὐτῷ· καὶ ἱέρακα, καὶ τὰ ὅμοια αὐτῷ·
17καὶ νυκτικόρακα, καὶ καταράκτην, καὶ ἴβιν,
18καὶ πορφυρίωνα, καὶ πελεκᾶνα, καὶ κύκνον,
19καὶ ἐρωδιὸν, καὶ χαράδριον, καὶ τὰ ὅμοια αὐτῷ· καὶ ἔποπα, καὶ νυκτερίδα.
20Καὶ πάντα τὰ ἑρπετὰ τῶν πετεινῶν, ἃ πορεύεται ἐπὶ τέσσαρα, βδελύγματά ἐστιν ὑμῖν.
21Ἀλλὰ ταῦτα φάγεσθε ἀπὸ τῶν ἑρπετῶν τῶν πετεινῶν, ἃ πορεύεται ἐπὶ τέσσαρα, ἃ ἔχει σκέλη ἀνώτερον τῶν ποδῶν αὐτοῦ, πηδᾷν ἐν αὐτοῖς ἐπὶ τῆς γῆς.
22Καὶ ταῦτα φάγεσθε ἀπʼ αὐτῶν· τὸν βροῦχον, καὶ τὰ ὅμοια αὐτῷ· καὶ τὸν ἀττάκην, καὶ τὰ ὅμοια αὐτῷ· καὶ ὀφιομάχην, καὶ τὰ ὅμοια αὐτῷ· καὶ τὴν ἀκρίδα, καὶ τὰ ὅμοια αὐτῇ·
23Πᾶν ἑρπετὸν ἀπὸ τῶν πετεινῶν, οἷς εἰσι τέσσαρες πόδες, βδελύγματά ἐστιν ὑμῖν,
24καὶ ἐν τούτοις μιανθήσεσθε· πᾶς ὁ ἁπτόμενος τῶν θνησιμαίων αὐτῶν, ἀκάθαρτος ἔσται ἕως ἑσπέρας.
25Καὶ πᾶς ὁ αἴρων τῶν θνησιμαίων αὐτῶν, πλυνεῖ τὰ ἱμάτια αὐτοῦ, καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας.
26Καὶ ἐν πᾶσι τοῖς κτήνεσιν ὅ ἐστι διχηλοῦν ὁπλὴν, καὶ ὀνυχιστῆρας ὀνυχίζει, καὶ μηρυκισμὸν οὐ μηρυκᾶται, ἀκάθαρτα ἔσονται ὑμῖν· πᾶς ὁ ἁπτόμενος τῶν θνησιμαίων αὐτῶν, ἀκάθαρτος ἔσται ἕως ἑσπέρας.
27Καὶ πᾶς ὃς πορεύεται ἐπὶ χειρῶν ἐν πᾶσι τοῖς θηρίοις, ἃ πορεύεται ἐπὶ τέσσαρα, ἀκάθαρτά ἐστιν ὑμῖν· πᾶς ὁ ἁπτόμενος τῶν θνησιμαίων αὐτῶν, ἀκάθαρτος ἔσται ἕως ἑσπέρας.
28Καὶ ὁ αἴρων τῶν θνησιμαίων αὐτῶν, πλυνεῖ τὰ ἱμάτια αὐτοῦ, καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας· ἀκάθαρτα ταῦτά ἔστιν ὑμῖν.
29Καὶ ταῦτα ὑμῖν ἀκάθαρτα ἀπὸ τῶν ἑρπετῶν τῶν ἐπὶ τῆς γῆς· ἡ γαλὴ, καὶ ὁ μῦς, καὶ ὁ κροκόδειλος ὁ χερσαῖος,
30μυγάλη, καὶ χαμαιλέων, καὶ χαλαβώτης, καὶ σαῦρα, καὶ ἀσπάλαξ.

Read ΛΕΥΙΤΙΚΟΝ 11ΛΕΥΙΤΙΚΟΝ 11
Compare ΛΕΥΙΤΙΚΟΝ 11:4-30ΛΕΥΙΤΙΚΟΝ 11:4-30