Text copied!
CopyCompare
μετάφραση των εβδομήκοντα - ΚΡΙΤΑΙ - ΚΡΙΤΑΙ 14

ΚΡΙΤΑΙ 14:3-5

Help us?
Click on verse(s) to share them!
3Καὶ εἶπεν αὐτῷ ὁ πατὴρ αὐτοῦ, καὶ ἡ μήτηρ αὐτοῦ, μὴ οὐκ εἰσὶ θυγατέρες τῶν ἀδελφῶν σου, καὶ ἐκ παντὸς τοῦ λαοῦ μου γυνὴ, ὅτι συ πορεύῃ λαβεῖν γυναῖκα ἀπὸ τῶν ἀλλοφύλων τῶν ἀπεριτμήτων; Καὶ εἶπε Σαμψὼν πρὸς τὸν πατέρα αὐτοῦ, ταύτην λάβε μοι, ὅτι αὕτη εὐθεῖα ἐν ὀφθαλμοῖς μου.
4Καὶ ὁ πατὴρ αὐτοῦ καὶ ἡ μήτηρ αὐτοῦ οὐκ ἔγνωσαν ὅτι παρὰ Κυρίου ἐστὶν, ὅτι ἐκδίκησιν αὐτὸς ζητεῖ ἐκ τῶν ἀλλοφύλων· καὶ ἐν τῷ καιρῷ ἐκείνῳ οἱ ἀλλόφυλοι κυριεύοντες ἐν Ἰσραήλ.
5Καὶ κατέβη Σαμψὼν καὶ ὁ πατὴρ αὐτοῦ καὶ ἡ μήτηρ αὐτοῦ εἰς Θαμναθά· καὶ ἦλθεν ἕως τοῦ ἀμπελῶνος Θαμναθὰ, καὶ ἰδοὺ σκύμνος λέοντος ὠρυόμενος εἰς συνάντησιν αὐτοῦ.

Read ΚΡΙΤΑΙ 14ΚΡΙΤΑΙ 14
Compare ΚΡΙΤΑΙ 14:3-5ΚΡΙΤΑΙ 14:3-5