Text copied!
CopyCompare
Η Καινή Διαθήκη - ΚΑΤΑ ΜΑΡΚΟΝ - ΚΑΤΑ ΜΑΡΚΟΝ 5

ΚΑΤΑ ΜΑΡΚΟΝ 5:9-27

Help us?
Click on verse(s) to share them!
9Καὶ ἐπηρώτα αὐτόν, «Τί σοι ὄνομά;» Καὶ ἀπεκρίθη, λέγων, «Λεγεὼν ὄνομά μοι, ὅτι πολλοί ἐσμεν.»
10Καὶ παρεκάλει αὐτὸν πολλὰ ἵνα μὴ αὐτοὺς ἀποστείλῃ ἔξω τῆς χώρας.
11Ἦν δὲ ἐκεῖ πρὸς τῷ ὄρει ἀγέλη χοίρων μεγάλη βοσκομένη.
12Καὶ παρεκάλεσαν αὐτὸν πάντες οἱ δαίμονες, λέγοντες, «Πέμψον ἡμᾶς εἰς τοὺς χοίρους, ἵνα εἰς αὐτοὺς εἰσέλθωμεν.»
13Καὶ ἐπέτρεψεν αὐτοῖς εὐθέως ὁ Ἰησοῦς· καὶ ἐξελθόντα τὰ πνεύματα τὰ ἀκάθαρτα εἰσῆλθον εἰς τοὺς χοίρους, καὶ ὥρμησεν ἡ ἀγέλη κατὰ τοῦ κρημνοῦ εἰς τὴν θάλασσαν (ἦσαν δὲ ὡς δισχίλιοι), καὶ ἐπνίγοντο ἐν τῇ θαλάσσῃ.
14Οἱ δὲ βόσκοντες τοὺς χοίρους ἔφυγον, καὶ ἀνήγγειλαν εἰς τὴν πόλιν καὶ εἰς τοὺς ἀγρούς. Καὶ ἐξῆλθον ἰδεῖν τί ἐστιν τὸ γεγονός.
15Καὶ ἔρχονται πρὸς τὸν Ἰησοῦν καὶ θεωροῦσιν τὸν δαιμονιζόμενον καθήμενον καὶ ἱματισμένον καὶ σωφρονοῦντα, τὸν ἐσχηκότα τὸν Λεγεῶνα· καὶ ἐφοβήθησαν.
16Διηγήσαντο δὲ αὐτοῖς οἱ ἰδόντες πῶς ἐγένετο τῷ δαιμονιζομένῳ, καὶ περὶ τῶν χοίρων.
17Καὶ ἤρξαντο παρακαλεῖν αὐτὸν ἀπελθεῖν ἀπὸ τῶν ὁρίων αὐτῶν.
18Καὶ ἐμβάντος αὐτοῦ εἰς τὸ πλοῖον, παρεκάλει αὐτὸν ὁ δαιμονισθεὶς ἵνα ᾖ μετ᾿ αὐτοῦ.
19Ὁ δὲ Ἰησοῦς οὐκ ἀφῆκεν αὐτόν, ἀλλὰ λέγει αὐτῷ, «Ὕπαγε εἰς τὸν οἶκόν σου πρὸς τοὺς σοὺς καὶ ἀνάγγειλον αὐτοῖς ὅσα σοι ὁ Κύριος πεποίηκεν· καὶ ἠλέησέν σε.»
20Καὶ ἀπῆλθεν καὶ ἤρξατο κηρύσσειν ἐν τῇ Δεκαπόλει ὅσα ἐποίησεν αὐτῷ ὁ Ἰησοῦς· καὶ πάντες ἐθαύμαζον.
21Καὶ διαπεράσαντος τοῦ Ἰησοῦ ἐν τῷ πλοίῳ πάλιν εἰς τὸ πέραν, συνήχθη ὄχλος πολὺς ἐπ᾿ αὐτόν· καὶ ἦν παρὰ τὴν θάλασσαν.
22Καὶ ἰδού, ἔρχεται εἷς τῶν ἀρχισυναγώγων, ὀνόματι Ἰάειρος, καὶ ἰδὼν αὐτὸν πίπτει πρὸς τοὺς πόδας αὐτοῦ
23καὶ παρεκάλει αὐτὸν πολλά, λέγων ὅτι «Τὸ θυγάτριόν μου ἐσχάτως ἔχει· ἵνα ἐλθὼν ἐπιθῇς αὐτῇ τὰς χεῖρας ὅπως σωθῇ, καὶ ζήσεται.»
24Καὶ ἀπῆλθεν μετ᾿ αὐτοῦ. Καὶ ἠκολούθει αὐτῷ ὄχλος πολύς, καὶ συνέθλιβον αὐτόν.
25Καὶ γυνή τις οὖσα—ἐν ῥύσει αἵματος ἔτη δώδεκα,
26καὶ πολλὰ παθοῦσα ὑπὸ πολλῶν ἰατρῶν, καὶ δαπανήσασα τὰ παρ᾿ αὐτῆς πάντα, καὶ μηδὲν ὠφεληθεῖσα ἀλλὰ μᾶλλον εἰς τὸ χεῖρον ἐλθοῦσα—
27ἀκούσασα περὶ τοῦ Ἰησοῦ, ἐλθοῦσα ἐν τῷ ὄχλῳ ὄπισθεν ἥψατο τοῦ ἱματίου αὐτοῦ.

Read ΚΑΤΑ ΜΑΡΚΟΝ 5ΚΑΤΑ ΜΑΡΚΟΝ 5
Compare ΚΑΤΑ ΜΑΡΚΟΝ 5:9-27ΚΑΤΑ ΜΑΡΚΟΝ 5:9-27