Text copied!
CopyCompare
μετάφραση των εβδομήκοντα - ΒΑΣΙΛΕΙΩΝ Δ - ΒΑΣΙΛΕΙΩΝ Δ 10

ΒΑΣΙΛΕΙΩΝ Δ 10:9-30

Help us?
Click on verse(s) to share them!
9Καὶ ἐγένετο πρωΐ καὶ ἐξῆλθε καὶ ἔστη, καὶ εἶπε πρὸς πάντα τὸν λαόν, δίκαιοι ὑμεῖς· ἰδοὺ ἐγώ εἰμι συνεστράφην ἐπὶ τὸν κύριόν μου, καὶ ἀπέκτεινα αὐτόν· καὶ τίς ἐπάταξε πάντας τούτους;
10Ἴδετε ἀφφὼ, ὅτι οὐ πεσεῖται ἀπὸ τοῦ ῥήματος Κυρίου εἰς τὴν γῆν οὗ ἐλάλησε Κύριος ἐπὶ τὸν οἶκον Ἀχαάβ· καὶ Κύριος ἐποίησεν ὅσα ἐλάλησεν ἐν χειρὶ δούλου αὐτοῦ Ἠλιού.
11Καὶ ἐπάταξεν Ἰοὺ πάντας τοὺς καταλειφθέντας ἐν τῷ οἴκῳ Ἀχαὰβ ἐν Ἰεζράελ, καὶ πάντας τοὺς ἁδροὺς αὐτοῦ, καὶ τοὺς γνωστοὺς αὐτοῦ, καὶ τοὺς ἱερεῖς αὐτοῦ, ὥστε μὴ καταλιπεῖν αὐτοὺ κατάλειμμα.
12Καὶ ἀνέστη καὶ ἐπορεύθῃ εἰς Σαμάρειαν, αὐτὸς ἐν βαιθακὰθ τῶν ποιμένων ἐν τῇ ὁδῷ.
13Καὶ Ἰοὺ εὗρε τοὺς ἀδελφοὺς Ὀχοζίου βασιλέως Ἰούδα, καὶ εἶπε, τίνες ὑμεῖς; καὶ εἶπον, ἀδελφοὶ Ὀχοζίου ἡμεῖς, καὶ κατέβημεν εἰς εἰρήνην τῶν υἱῶν τοῦ βασιλέως, καὶ τῶν υἱῶν τῆς δυναστευούσης.
14Καὶ εἶπε, συλλάβετε αὐτοὺς ζῶντας· καὶ ἔσφαξαν αὐτοὺς εἰς βαιθακὰθ τεσσαράκοντα καὶ δύο ἄνδρας· οὐ κατέλιπεν ἄνδρα ἐξ αὐτῶν.
15Καὶ ἐπορεύθη ἐκεῖθεν καὶ εὗρε τὸν Ἰωναδὰβ υἱὸν Ῥηχὰβ εἰς ἀπαντὴν αὐτοῦ, καὶ εὐλόγησεν αὐτόν· καὶ εἶπε πρὸς αὐτὸν Ιοὺ, εἰ ἔστι καρδία σου μετὰ καρδίας μου εὐθεῖα καθὼς ἡ καρδία μου μετὰ τῆς καρδίας σου; καὶ εἶπεν Ἰωναδάβ ἔστι· καὶ εἶπεν Ἰοὺ, καὶ εἰ ἔστι, δὸς τὴν χεῖρά σου· καὶ ἔδωκε τὴν χεῖρα αὐτοῦ· καὶ ἀνεβίβασεν αὐτὸν πρὸς αὐτὸν ἐπὶ τὸ ἅρμα,
16καὶ εἶπε πρὸς αὐτὸν, δεῦρο μετʼ ἐμοῦ, καὶ ἴδε ἐν τῷ ζηλῶσαί με τῷ Κυρίῳ· καὶ ἐπεκάθισε αὐτὸν ἐν τῷ ἅρματι αὐτοῦ.
17Καὶ εἰσῆλθεν εἰς Σαμάρειαν· καὶ ἐπάταξε πάντας τοὺς καταλειφθέντας τοῦ Ἀχαὰβ ἐν Σαμαρείᾳ ἕως τοῦ ἀφανίσαι αὐτὸν κατὰ τὸ ῥῆμα Κυρίου, ὃ ἐλάλησε πρὸς Ἠλιού.
18Καὶ συνήθροισεν Ἰοὺ πάντα τὸν λαὸν, καὶ εἶπε πρὸς αὐτοὺς, Ἀχαὰβ ἐδούλευσε τῷ Βάαλ ὀλίγα, Ἰοὺ δουλεύσει αὐτῷ πολλά.
19Καὶ νῦν πάντες οἱ προφῆται τοῦ Βάαλ πάντας τοὺς δούλους αὐτοῦ καὶ τοὺς ἱερεῖς αὐτοῦ καλέσατε πρὸς μὲ, ἀνὴρ μὴ ἐπισκεπήτω, ὅτι θυσία μεγάλη μοι τῷ Βάαλ· πᾶς ὃς ἐὰν ἐπισκεπῇ, οὐ ζήσεται· καὶ Ἰοὺ ἐποίησεν ἐν πτερνισμῷ, ἵνʼ ἀπολέσῃ τοὺς δούλους τοῦ Βάαλ.
20Καὶ εἶπεν Ἰοὺ, ἁγιάσατε ἱερείαν τῷ Βάαλ· καὶ ἐκήρυξν.
21Καὶ ἀπέστειλεν Ἰοὺ ἐν παντὶ Ἰσραὴλ, λέγων, καὶ νῦν πάντες οἱ δοῦλοι, καὶ πάντες οἱ ἱερεῖς αὐτοῦ, καὶ πάντες οἱ προθῆται αὐτοῦ, μηδεὶς ἀπολιπέσθω, ὅτι θυσίαν μεγάλην ποιῶ· ὃς ἂν ἀπολειφθῇ, οὐ ζήσεται· καὶ ἦλθον πάντες οἱ δοῦλοι τοῦ Βάαλ, καὶ πάντες οἱ ἱερεῖς αὐτοῦ, καὶ πάντες οἱ προφῆται αὐτοῦ· οὐ κατελείφθη ἀνὴρ ὃς οὐ παρεγένετο· καὶ εἰσῆλθον εἰς τὸν οἶκον τοῦ Βάαλ· καὶ ἐπλήσθη ὁ οἶκος τοῦ Βάαλ στόμα εἰς στόμα.
22Καὶ εἶπε τῷ ἐπὶ τοῦ οἴκου μεσθάαλ, ἐξάγαγε ἔνδυμα πᾶσι τοῖς δούλοις τοῦ Βάαλ· καὶ ἐξήνεγκεν αὐτοῖς ὁ στολιστής.
23Καὶ εἰσῆλθεν Ἰοὺ καὶ Ἰωναδὰβ υἱὸς Ῥηχὰβ εἰς οἶκον τοῦ Βάαλ, καὶ εἶπε τοῖς δούλοις τοῦ Βάαλ, ἐρευνήσατε καὶ ἴδετε, εἰ ἔστι μεθʼ ὑμῶν τῶν δούλων Κυρίου, ὅτι ἀλλʼ ἢ οἱ δοῦλοι τοῦ Βάαλ μονώτατοι.
24Καὶ εἰσῆλθε τοῦ ποιῆσαι τὰ θύματα καὶ τὰ ὁλοκαυτώματα· καὶ Ἰοὺ ἔταξεν ἑαυτῷ ἔξω ὀγδοήκοντα ἄνδρας, καὶ εἶπεν, ἀνὴρ ὃς ἐὰν διασωθῇ ἀπὸ τῶν ἀνδρῶν ὧν ἐγὼ ἀνάγω ἐπὶ χεῖρα ὑμῶν, ἡ ψυχὴ αὐτοῦ ἀντὶ τῆς ψυχῆς αὐτοῦ.
25Καὶ ἐγένετο ὡς συνετέλεσε ποιῶν τὴν ὁλοκαύτωσιν, καὶ εἶπεν Ἰοὺ τοῖς παρατρέχουσιν καὶ τοῖς τριστάταις, εἰσελθόντες πατάξατε αὐτοὺς, μὴ ἐξελθάτω ἐξ αὐτῶν ἀνήρ· καὶ ἐπάταξαν αὐτοὺς ἐν στόματι ῥομφαίας, καὶ ἔῤῥιψαν οἱ παρατρέχοντες καὶ οἱ τριστάται, καὶ ἐπορεύθησαν ἕως πόλεως οἴκου τοῦ Βάαλ.
26Καὶ ἐξήνεγκαν τὴν στήλην τοῦ Βάαλ, καὶ ἐνέπρησαν αὐτήν.
27Καὶ κατέσπασαν τὰς στήλας τοῦ Βάαλ, καὶ ἔπαξαν αὐτὸν εἰς λυτρῶνας ἕως τῆς ἡμέρας ταύτης.
28Καὶ ἠφάνισεν Ἰοὺ τὸν Βάαλ ἐξ Ἰσραήλ.
29Πλὴν ἁμαρτιῶν Ἰεροβοὰμ υἱοῦ Ναβὰτ ὃς ἐξήμαρτε τὸν Ἰσραὴλ, οὐκ ἀπέστη Ἰοὺ ἀπὸ ὄπισθεν αὐτῶν· αἱ δαμάλεις αἱ χρυσαῖ ἐν Βαιθὴλ, καὶ ἐν Δάν.
30Καὶ εἶπε Κύριος πρὸς Ἰοὺ, ἀνθʼ ὧν ὅσα ἠγάθυνας ποιῆσαι τὸ εὐθὲς ἐν ὀφθαλμοῖς μου κατὰ πάντα ὅσα ἐν τῇ καρδίᾳ μου ἐποίησας τῷ οἴκῳ Ἀχαὰβ, υἱοὶ τέταρτοι καθήσονταί σοι ἐπὶ θρόνου Ἰσραήλ.

Read ΒΑΣΙΛΕΙΩΝ Δ 10ΒΑΣΙΛΕΙΩΝ Δ 10
Compare ΒΑΣΙΛΕΙΩΝ Δ 10:9-30ΒΑΣΙΛΕΙΩΝ Δ 10:9-30