Text copied!
CopyCompare
μετάφραση των εβδομήκοντα - ΑΡΙΘΜΟΙ - ΑΡΙΘΜΟΙ 11

ΑΡΙΘΜΟΙ 11:1-23

Help us?
Click on verse(s) to share them!
1Καὶ ἦν ὁ λαὸς γογγύζων πονηρὰ ἔναντι Κυρίου· καὶ ἤκουσε Κύριος, καὶ ἐθυμώθη ὀργῇ· καὶ ἐξεκαύθη ἐν αὐτοῖς πῦρ παρὰ Κυρίου, καὶ κατέφαγε μέρος τι τῆς παρεμβολῆς.
2Καὶ ἐκέκραξεν ὁ λαὸς πρὸς Μωυσῆν· καὶ ηὔξατο Μωυσῆς πρὸς Κύριον, καὶ ἐκόπασε τὸ πῦρ.
3Καὶ ἐκλήθη τὸ ὄνομα τοῦ τόπου ἐκείνου, Ἐμπυρισμός· ὅτι ἐξεκαύθη ἐν αὐτοῖς παρὰ Κυρίου.
4Καὶ ὁ ἐπίμικτος ὁ ἐν αὐτοῖς ἐπεθύμησεν ἐπιθυμίαν· καὶ καθίσαντες ἔκλαιον καὶ οἱ υἱοὶ Ἰσραὴλ, καὶ εἶπαν, τίς ἡμᾶς ψωμιεῖ κρέα;
5Ἐμνήσθημεν τοὺς ἰχθύας, οὓς ἠσθίομεν ἐν Αἰγύπτῳ δωρεὰν. καὶ τοὺς σικύας, καὶ τοὺς πέπονας, καὶ τὰ πράσα, καὶ τὰ κρόμμυα, καὶ τὰ σκόρδα.
6Νυνὶ δὲ ἡ ψυχὴ ἡμῶν κατάξηρος· οὐδὲν πλὴν εἰς τὸ μάννα οἱ ὀφθαλμοὶ ἡμῶν.
7Τὸ δὲ μάννα ὡσεὶ σπέρμα κορίου ἐστὶ, καὶ τὸ εἶδος αὐτοῦ εἶδος κρυστάλλου.
8Καὶ διεπορεύετο ὁ λαὸς, καὶ συνέλεγον, καὶ ἤληθον αὐτὸ ἐν τῷ μύλῳ, καὶ ἔτριβον ἐν τῇ θυΐᾳ, καὶ ἥψουν αὐτὸ ἐν τῇ χύτρᾳ, καὶ ἐποίουν αὐτὸ ἐνκρυφίας· καὶ ἦν ἡ ἡδονὴ αὐτοῦ ὡσεὶ γεῦμα ἐγκρὶς ἐξ ἐλαίου.
9Καὶ ὅταν κατέβη ἡ δρόσος ἐπὶ τὴν παρεμβολὴν νυκτὸς, κατέβαινε τὸ μάννα ἐπʼ αὐτῆς.
10Καὶ ἤκουσε Μωυσῆς κλαίοντων αὐτῶν κατά δήμους αὐτῶν, ἕκαστον ἐπὶ τῆς θύρας αὐτοῦ· καὶ ἐθυμώθη ὀργῇ Κύριος σφόδρα· καὶ ἔναντι Μωυσῆ ἦν πονηρόν.
11Καὶ εἶπε Μωυσῆς πρὸς Κύριον, ἱνατί ἐκάκωσας τὸν θεράποντά σου, καὶ διατί οὐχ εὕρηκα χάριν ἐναντίον σου, ἐπιθεῖναι τὴν ὁρμὴν τοῦ λαοῦ τούτου ἐπʼ ἐμέ;
12Μὴ ἐγὼ ἐν γαστρὶ ἔλαβον πάντα τὸν λαὸν τοῦτον, ἢ ἐγὼ ἔτεκον αὐτούς; ὅτι λέγεις μοι, λάβε αὐτὸν εἰς τὸν κόλπον σου, ὡσεὶ ἄραι τιθηνὸς τὸν θηλάζοντα, εἰς τὴν γῆν ἣν ὤμοσας τοῖς πατράσιν αὐτῶν;
13Πόθεν μοι κρέα, δοῦναι παντὶ τῷ λαῷ τούτῳ; ὅτι κλαίουσιν ἐπʼ ἐμοὶ, λέγοντες, δὸς ἡμῖν κρέα, ἵνα φάγωμεν.
14Οὐ δυνήσομαι ἐγὼ μόνος φέρειν τὸν λαὸν τοῦτον, ὅτι βαρύτερόν μοι ἐστὶ τὸ ῥῆμα τοῦτο.
15Εἰ δʼ οὕτω σὺ ποιεῖς μοι, ἀπόκτεινόν με ἀναιρέσει, εἰ εὕρηκα ἔλεος παρὰ σοὶ, ἵνα μὴ ἴδω τὴν κάκωσίν μου.
16Καὶ εἶπε Κύριος πρὸς Μωυσῆς, συνάγαγέ μοι ἑβδομήκοντα ἄνδρας ἀπὸ τῶν πρεσβυτέρων Ἰσραήλ, οὓς αὐτὸς σὺ οἶδας, ὅτι οὗτοί εἰσι πρεσβύτεροι τοῦ λαοῦ καὶ γραμματεῖς αὐτῶς· καὶ ἄξεις αὐτοὺς πρὸς τὴν σκηνὴν τοῦ μαρτυρίου, καὶ στήσονται ἐκεῖ μετὰ σοῦ.
17Καὶ καταβήσομαι, καὶ λαλήσω ἐκεῖ μετὰ σοῦ· καὶ ἀφελῶ ἀπὸ τοῦ πνεύματος τοῦ ἐπὶ σοὶ, καὶ ἐπιθήσω ἐπʼ αὐτούς· καὶ συναντιλήψονται μετὰ σοῦ τὴν ὁρμὴν τοῦ λαοῦ, καὶ οὐκ οἴσεις αὐτὸς σὺ μόνος.
18Καὶ τῷ λαῷ ἐρεῖς, ἁγνίσασθε εἰς αὔριον, καὶ φάγεσθε κρέα· ὅτι ἐκλαύσατε ἔναντι Κυρίου, λέγοντες, τίς ἡμᾶς ψωμιεῖ κρέα; ὅτι καλὸν ἡμῖν ἐστιν ἐν Αἰγυπτῳ· καὶ δώσει Κύριος ὑμῖν φαγεῖν κρέα, καὶ φάγεσθε κρέα.
19Οὐχ ἡμέραν μίαν φάγεσθε, οὐ δὲ δύο, οὐ δὲ πέντε ἡμέρας, οὐ δὲ δέκα ἡμέρας, οὐ δὲ εἴκοσι ἡμέρας,
20ἕως μηνὸς ἡμερῶν φάγεσθε, ἕως ἂν ἐξέλθῃ ἐκ τῶν μυκτήρων ὑμῶν· καὶ ἔσται ὑμῖν εἰς χολέραν, ὅτι ἠπειθήσατε Κυρίῳ, ὅς ἐστιν ἐν ὑμῖν, καὶ ἐκλαύσατε ἐναντίον αὐτοῦ, λέγοντες, ἱνατί ἡμῖν ἐξελθεῖν ἐξ Αἰγύπτου;
21Καὶ εἶπε Μωυσῆς, ἑξακόσιαι χιλιάδες πεζῶν ὁ λαὸς, ἐν οἷς εἰμι ἐν αὐτοῖς· καὶ σὺ εἶπας, κρέα δώσω αὐτοῖς φαγεῖν, καὶ φάγονται μῆνα ἡμερῶν·
22Μὴ πρόβατα καὶ βόες σφαγήσονται αὐτοῖς, καὶ ἀρκέσει αὐτοῖς; ἢ πᾶν τὸ ὄψος τῆς θαλάσσης συναχθήσεται αὐτοῖς, καὶ ἀρκέσει αὐτοῖς;
23Καὶ εἶπε Κύριος πρὸς Μωυσῆν, μὴ χεὶρ Κυρίου οὐκ ἐξαρκέσει; ἤδη γνώσῃ εἰ ἐπικαταλήμψεταί σε ὁ λόγος μου ἢ οὔ.

Read ΑΡΙΘΜΟΙ 11ΑΡΙΘΜΟΙ 11
Compare ΑΡΙΘΜΟΙ 11:1-23ΑΡΙΘΜΟΙ 11:1-23