Text copied!
CopyCompare
Η Καινή Διαθήκη - ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ - ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 10

ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 10:4-14

Help us?
Click on verse(s) to share them!
4Τέλος γὰρ νόμου Χριστὸς εἰς δικαιοσύνην παντὶ τῷ πιστεύοντι
5—Μωσῆς γὰρ γράφει τὴν δικαιοσύνην τὴν ἐκ τοῦ νόμου, ὅτι «Ὁ ποιήσας αὐτὰ ἄνθρωπος ζήσεται ἐν αὐτοῖς.»
6Ἡ δὲ ἐκ πίστεως δικαιοσύνη οὕτως λέγει· «Μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου, ‹Τίς ἀναβήσεται εἰς τὸν οὐρανόν;› » (τοῦτ᾿ ἔστιν, Χριστὸν καταγαγεῖν)
7«ἤ, ‹Τίς καταβήσεται εἰς τὴν ἄβυσσον;› » (τοῦτ᾿ ἔστιν, Χριστὸν ἐκ νεκρῶν ἀναγαγεῖν).
8Ἀλλὰ τί λέγει; «Ἐγγύς σου τὸ ῥῆμά ἐστιν, ἐν τῷ στόματί σου καὶ ἐν τῇ καρδίᾳ σου» (τοῦτ᾿ ἔστιν, τὸ ῥῆμα τῆς πίστεως ὃ κηρύσσομεν)·
9ὅτι ἐὰν ὁμολογήσῃς ἐν τῷ στόματί σου, «Κύριον Ἰησοῦν,» καὶ πιστεύσῃς ἐν τῇ καρδίᾳ σου ὅτι ὁ Θεὸς αὐτὸν ἤγειρεν ἐκ νεκρῶν, σωθήσῃ.
10Καρδίᾳ γὰρ πιστεύεται εἰς δικαιοσύνην, στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν.
11Λέγει γὰρ ἡ Γραφή· «Πᾶς ὁ πιστεύων ἐπ᾿ αὐτῷ οὐ καταισχυνθήσεται»·
12οὐ γὰρ ἐστιν διαστολὴ Ἰουδαίου τε καὶ Ἕλληνος, ὁ γὰρ αὐτὸς Κύριος πάντων πλουτῶν εἰς πάντας τοὺς ἐπικαλουμένους αὐτόν·
13«Πᾶς γὰρ ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα Κυρίου σωθήσεται.»
14Πῶς οὖν ἐπικαλέσονται εἰς ὃν οὐκ ἐπίστευσαν; Πῶς δὲ πιστεύσουσιν οὗ οὐκ ἤκουσαν; Πῶς δὲ ἀκούσουσιν χωρὶς κηρύσσοντος;

Read ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 10ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 10
Compare ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 10:4-14ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 10:4-14