Text copied!
CopyCompare
μετάφραση των εβδομήκοντα - ΠΑΡΟΙΜΙΑΙ - ΠΑΡΟΙΜΙΑΙ 6

ΠΑΡΟΙΜΙΑΙ 6:15-29

Help us?
Click on verse(s) to share them!
15Διὰ τοῦτο ἐξαπίνης ἔρχεται ἡ ἀπώλεια αὐτοῦ, διακοπὴ καὶ συντριβὴ ἀνίατος.
16Ὅτι χαίρει πᾶσιν οἷς μισεῖ ὁ Θεὸς, συντρίβεται δὲ διʼ ἀκαθαρσίαν ψυχῆς.
17Ὀφθαλμὸς ὑβριστοῦ, γλῶσσα ἄδικος· χεῖρες ἐκχέουσαι αἷμα δικαίου,
18καὶ καρδία τεκταινομένη λογισμοὺς κακοὺς, καὶ πόδες ἐπισπεύδοντες κακοποιεῖν.
19Ἐκκαίει ψευδῆ μάρτυς ἄδικος, καὶ ἐπιπέμπει κρίσεις ἀναμέσον ἀδελφῶν.
20Υἱὲ, φύλασσε νόμους πατρός σου, καὶ μὴ ἀπώσῃ θεσμοὺς μητρός σου·
21Ἄφαψαι δὲ αὐτοὺς ἐπὶ σῇ ψυχῇ διαπαντὸς, καὶ ἐλκλοίωσαι περὶ σῷ τραχήλῳ·
22Ἡνίκα ἂν περιπατῇς, ἐπάγου αὐτὴν καὶ μετὰ σοῦ ἔστω, ὡς δʼ ἂν καθεύδῃς φυλασσέτω σε, ἵνα ἐγειρομένῳ συλλαλῇ σοι.
23Ὅτι λύχνος ἐντολὴ νόμου καὶ φῶς, ὁδὸς ζωῆς, καὶ ἔλεγχος καὶ παιδεία,
24τοῦ διαφυλάσσειν σε ἀπὸ γυναικὸς ὑπάνδρου, καὶ ἀπὸ διαβολῆς γλώσσης ἀλλοτρίας.
25Μή σε νικήσῃ κάλλους ἐπιθυμία, μηδὲ ἀγρευθῇς σοῖς ὀφθαλμοῖς, μηδὲ συναρπασθῇς ἀπὸ τῶν αὐτῆς βλεφάρων.
26Τιμὴ γὰρ πόρνης ὅση καὶ ἑνὸς ἄρτου, γυνὴ δὲ ἀνδρῶν τιμίας ψυχὰς ἀγρεύει.
27Ἀποδήσει τις πῦρ ἐν κόλπῳ, τὰ δὲ ἱμάτια οὐ κατακαύσει;
28ἢ περιπατήσει τις ἐπʼ ἀνθράκων πυρὸς, τοὺς δὲ πόδας οὐ κατακαύσει;
29Οὕτως ὁ εἰσελθὼν πρὸς γυναῖκα ὕπανδρον, οὐκ ἀθωωθήσεται, οὐδὲ πᾶς ὁ ἁπτόμενος αὐτῆς.

Read ΠΑΡΟΙΜΙΑΙ 6ΠΑΡΟΙΜΙΑΙ 6
Compare ΠΑΡΟΙΜΙΑΙ 6:15-29ΠΑΡΟΙΜΙΑΙ 6:15-29