Text copied!
CopyCompare
μετάφραση των εβδομήκοντα - ΠΑΡΟΙΜΙΑΙ - ΠΑΡΟΙΜΙΑΙ 18

ΠΑΡΟΙΜΙΑΙ 18:1-17

Help us?
Click on verse(s) to share them!
1Προφάσεις ζητεῖ ἀνὴρ βουλόμενος χωρίζεσθαι ἀπὸ φίλων, ἐν παντὶ δὲ καιρῷ ἐπονείδιστος ἔσται.
2Οὐ χρείαν ἔχει σοφίας ἐνδεὴς φρενῶν, μᾶλλον γᾶρ ἄγεται ἀφροσύνῃ.
3Ὅταν ἔλθῃ ἀσεβὴς εἰς βάθος κακῶν, καταφρονεῖ, ἐπέρχεται δὲ αὐτῷ ἀτιμία καὶ ὄνειδος.
4Ὕδωρ βαθὺ λόγος ἐν καρδίᾳ ἀνδρὸς, ποταμὸς δὲ ἀναπηδύει καὶ πηγὴ ζωῆς.
5Θαυμάσαι πρόσωπον ἀσεβοῦς οὐ καλὸν, οὐδὲ ὅσιον ἐκκλίνειν τὸ δίκαιον ἐν κρίσει.
6Χείλη ἄφρονος ἄγουσιν αὐτὸν εἰς κακὰ, τὸ δὲ στόμα αὐτοῦ τὸ θρασὺ θάνατον ἐπικαλεῖται.
7Στόμα ἄφρονος συντριβὴ αὐτῷ, τὰ δὲ χείλη αὐτοῦ παγὶς τῇ ψυχῇ αὐτοῦ.
8Ὀκνηροὺς καταβάλλει φόβος, ψυχαὶ δὲ ἀνδρογύνων πεινάσουσιν.
9Ὁ μὴ ἰώμενος αὐτὸν ἐν τοῖς ἔργοις αὐτοῦ, ἀδελφός ἐστι τοῦ λυμαινομένου ἑαυτόν.
10Ἐκ μεγαλωσύνης ἰσχύος ὄνομα Κυρίου, αὐτῷ δὲ προσδραμόντες δίκαιοι ὑψοῦνται.
11Ὕπαρξις πλουσίου ἀνδρὸς πόλις ὀχυρὰ, ἡ δὲ δόξα αὐτῆς μέγα ἐπισκιάζει.
12Πρὸ συντριβῆς ὑψοῦται καρδία ἀνδρὸς, καὶ πρὸ δόξης ταπεινοῦνται.
13Ὃς ἀποκρίνεται λόγον πρὶν ἀκοῦσαι, ἀφροσύνη αὐτῷ ἐστι καὶ ὄνειδος.
14Θυμὸν ἀνδρὸς πρᾳΰνει θεράπων φρόνιμος, ὀλιγόψυχον δὲ ἄνδρα τίς ὑποίσει;
15Καρδία φρονίμου κτᾶται αἴσθησιν, ὦτα δὲ σοφῶν ζητεῖ ἔννοιαν.
16Δόμα ἀνθρώπου ἐμπλατύνει αὐτὸν, καὶ παρὰ δυνάσταις καθιζάνει αὐτόν.
17Δίκαιος ἑαυτοῦ κατήγορος ἐν πρωτολογίᾳ, ὡς δʼ ἂν ἐπιβάλῃ ὁ ἀντίδικος ἐλέγχεται.

Read ΠΑΡΟΙΜΙΑΙ 18ΠΑΡΟΙΜΙΑΙ 18
Compare ΠΑΡΟΙΜΙΑΙ 18:1-17ΠΑΡΟΙΜΙΑΙ 18:1-17