Text copied!
CopyCompare
Η Καινή Διαθήκη - ΛΟΥΚΑΝ - ΛΟΥΚΑΝ 7

ΛΟΥΚΑΝ 7:19-30

Help us?
Click on verse(s) to share them!
19ἔπεμψεν πρὸς τὸν ⸀κύριον λέγων· Σὺ εἶ ὁ ἐρχόμενος ἢ ⸀ἄλλον προσδοκῶμεν;
20παραγενόμενοι δὲ πρὸς αὐτὸν οἱ ἄνδρες εἶπαν· Ἰωάννης ὁ βαπτιστὴς ⸀ἀπέστειλεν ἡμᾶς πρὸς σὲ λέγων· Σὺ εἶ ὁ ἐρχόμενος ἢ ἄλλον προσδοκῶμεν;
21ἐν ⸀ἐκείνῃ τῇ ὥρᾳ ἐθεράπευσεν πολλοὺς ἀπὸ νόσων καὶ μαστίγων καὶ πνευμάτων πονηρῶν, καὶ τυφλοῖς πολλοῖς ⸀ἐχαρίσατο βλέπειν.
22καὶ ⸀ἀποκριθεὶς εἶπεν αὐτοῖς· Πορευθέντες ἀπαγγείλατε Ἰωάννῃ ἃ εἴδετε καὶ ἠκούσατε· ⸀τυφλοὶ ἀναβλέπουσιν, χωλοὶ περιπατοῦσιν, λεπροὶ καθαρίζονται, ⸀κωφοὶ ἀκούουσιν, νεκροὶ ἐγείρονται, πτωχοὶ εὐαγγελίζονται·
23καὶ μακάριός ἐστιν ὃς ἐὰν μὴ σκανδαλισθῇ ἐν ἐμοί.
24Ἀπελθόντων δὲ τῶν ἀγγέλων Ἰωάννου ἤρξατο λέγειν ⸂πρὸς τοὺς ὄχλους⸃ περὶ Ἰωάννου· Τί ⸀ἐξήλθατε εἰς τὴν ἔρημον θεάσασθαι; κάλαμον ὑπὸ ἀνέμου σαλευόμενον;
25ἀλλὰ τί ⸀ἐξήλθατε ἰδεῖν; ἄνθρωπον ἐν μαλακοῖς ἱματίοις ἠμφιεσμένον; ἰδοὺ οἱ ἐν ἱματισμῷ ἐνδόξῳ καὶ τρυφῇ ὑπάρχοντες ἐν τοῖς βασιλείοις εἰσίν.
26ἀλλὰ τί ⸀ἐξήλθατε ἰδεῖν; προφήτην; ναί, λέγω ὑμῖν, καὶ περισσότερον προφήτου.
27οὗτός ἐστιν περὶ οὗ γέγραπται· ⸀Ἰδοὺ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου.
28⸀λέγω ὑμῖν, μείζων ἐν γεννητοῖς γυναικῶν ⸀Ἰωάννου οὐδείς ἐστιν· ὁ δὲ μικρότερος ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ μείζων αὐτοῦ ἐστιν.
29(καὶ πᾶς ὁ λαὸς ἀκούσας καὶ οἱ τελῶναι ἐδικαίωσαν τὸν θεόν, βαπτισθέντες τὸ βάπτισμα Ἰωάννου·
30οἱ δὲ Φαρισαῖοι καὶ οἱ νομικοὶ τὴν βουλὴν τοῦ θεοῦ ἠθέτησαν εἰς ἑαυτούς, μὴ βαπτισθέντες ὑπ’ αὐτοῦ.)

Read ΛΟΥΚΑΝ 7ΛΟΥΚΑΝ 7
Compare ΛΟΥΚΑΝ 7:19-30ΛΟΥΚΑΝ 7:19-30