19Καὶ προσκαλεσάμενος δύο τινὰς τῶν μαθητῶν αὐτοῦ, ὁ Ἰωάννης ἔπεμψεν πρὸς τὸν Ἰησοῦν λέγων, «Σὺ εἶ ὁ Ἐρχόμενος, ἢ ἄλλον προσδοκῶμεν;»
20Παραγενόμενοι δὲ πρὸς αὐτὸν οἱ ἄνδρες εἶπον· «Ἰωάννης ὁ Βαπτιστὴς ἀπέσταλκεν ἡμᾶς πρός σε λέγων, ‹Σὺ εἶ ὁ Ἐρχόμενος, ἢ ἄλλον προσδοκῶμεν;› »
21Ἐν αὐτῇ δὲ τῇ ὥρᾳ ἐθεράπευσεν πολλοὺς ἀπὸ νόσων καὶ μαστίγων καὶ πνευμάτων πονηρῶν, καὶ τυφλοῖς πολλοῖς ἐχαρίσατο τὸ βλέπειν.
22Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· «Πορευθέντες ἀπαγγείλατε Ἰωάννῃ ἃ εἴδετε καὶ ἠκούσατε· ὅτι τυφλοὶ ἀναβλέπουσιν, χωλοὶ περιπατοῦσιν, λεπροὶ καθαρίζονται, κωφοὶ ἀκούουσιν, νεκροὶ ἐγείρονται, πτωχοὶ εὐαγγελίζονται.
23Καί, μακάριός ἐστιν ὃς ἐὰν μὴ σκανδαλισθῇ ἐν ἐμοί.»
24Ἀπελθόντων δὲ τῶν ἀγγέλων Ἰωάννου, ἤρξατο λέγειν τοῖς ὄχλοις περὶ Ἰωάννου· «Τί ἐξεληλύθατε εἰς τὴν ἔρημον θεάσασθαι, κάλαμον ὑπὸ ἀνέμου σαλευόμενον;
25Ἀλλὰ τί ἐξεληλύθατε ἰδεῖν, ἄνθρωπον ἐν μαλακοῖς ἱματίοις ἠμφιεσμένον; Ἰδού, οἱ ἐν ἱματισμῷ ἐνδόξῳ καὶ τρυφῇ ὑπάρχοντες ἐν τοῖς βασιλείοις εἰσίν.
26Ἀλλὰ τί ἐξεληλύθατε ἰδεῖν, προφήτην; Ναί, λέγω ὑμῖν, καὶ περισσότερον προφήτου.
27Οὗτός ἐστιν περὶ οὗ γέγραπται· ‹Ἰδού, ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου.›
28Λέγω γὰρ ὑμῖν, μείζων ἐν γεννητοῖς γυναικῶν προφήτης Ἰωάννου τοῦ Βαπτιστοῦ οὐδείς ἐστιν· ὁ δὲ μικρότερος ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ μείζων αὐτοῦ ἐστιν.»
29(Καὶ πᾶς ὁ λαὸς ἀκούσας, καὶ οἱ τελῶναι, ἐδικαίωσαν τὸν Θεόν, βαπτισθέντες τὸ βάπτισμα Ἰωάννου.
30Οἱ δὲ Φαρισαῖοι καὶ οἱ νομικοὶ τὴν βουλὴν τοῦ Θεοῦ ἠθέτησαν εἰς ἑαυτούς, μὴ βαπτισθέντες ὑπ᾿ αὐτοῦ.)