Text copied!
CopyCompare
μετάφραση των εβδομήκοντα - ΛΕΥΙΤΙΚΟΝ - ΛΕΥΙΤΙΚΟΝ 26

ΛΕΥΙΤΙΚΟΝ 26:38-45

Help us?
Click on verse(s) to share them!
38Καὶ ἀπολεῖσθε ἐν τοῖς ἔθνεσι, καὶ κατέδεται ὑμᾶς ἡ γῆ τῶν ἐχθρῶν ὑμῶν.
39Καὶ οἱ καταλειφθέντες ἀφʼ ὑμῶν, καταφθαρήσονται διὰ τὰς ἁμαρτίας αὐτῶν, καὶ διὰ τὰς ἁμαρτίας τῶν πατέρων αὐτῶν· ἐν τῇ γῇ τῶν ἐχθρῶν αὐτῶν τακήσονται.
40Καὶ ἐξαγορεύσουσι τὰς ἁμαρτίας αὐτῶν, καὶ τὰς ἁμαρτίας τῶν πατέρων αὐτῶν, ὅτι παρέβησαν καὶ ὑπερεῖδόν με, καὶ ὅτι ἐπορεύθησαν ἐναντίον μου πλάγιοι,
41καὶ ἐγὼ ἐπορεύθην μετʼ αὐτῶν ἐν θυμῷ πλαγίῳ· καὶ ἀπολῶ αὐτοὺς ἐν τῇ γῇ τῶν ἐχθρῶν αὐτῶν· τότε ἐντραπήσεται ἡ καρδία αὐτῶν ἡ ἀπερίτμητος, καὶ τότε εὐδοκήσουσι τὰς ἁμαρτίας αὐτῶν.
42Καὶ μνησθήσομαι τῆς διαθήκης Ἰακὼβ, καὶ τῆς διαθήκης Ἰσαὰκ, καὶ τῆς διαθήκης Ἁβραὰμ μνησθήσομαι.
43Καὶ τῆς γῆς μνησθήσομαι, καὶ ἡ γῆ ἐγκαταλειφθήσεται ἀπʼ αὐτῶν· τότε προσδέξεται ἡ γῆ τὰ σάββατα αὐτῆς, ἐν τῷ ἐρημωθῆναι αὐτὴν διʼ αὐτούς· καὶ αὐτοὶ προσδέξονται τὰς αὐτῶν ἀνομίας, ἀνθʼ ὧν τὰ κρίματά μου ὑπερεῖδον, καὶ τοῖς προστάγμασί μου προσώχθισαν τῇ ψυχῇ αὐτῶν.
44Καὶ οὐδʼ ὡς ὄντων αὐτῶν ἐν τῇ γῇ τῶν ἐχθρῶν αὐτῶν, οὐχ ὑπερεῖδον αὐτούς, οὐδὲ προσώχθισα αὐτοῖς ὥστε ἐξαναλῶσαι αὐτούς τοῦ διασκεδάσαι τὴν διαθήκην μου τὴν πρὸς αὐτούς· ἐγὼ γάρ εἰμι Κύριος ὁ Θεὸς αὐτῶν.
45Καὶ μνησθήσομαι διαθήκης αὐτῶν τῆς προτέρας, ὅτε ἐξήγαγον αὐτοὺς ἐκ γῆς Αἰγύπτου, ἐξ οἴκου δουλείας ἔναντι τῶν ἐθνῶν, τοῦ εἶναι αὐτῶν Θεός· ἐγώ εἰμι Κύριος.

Read ΛΕΥΙΤΙΚΟΝ 26ΛΕΥΙΤΙΚΟΝ 26
Compare ΛΕΥΙΤΙΚΟΝ 26:38-45ΛΕΥΙΤΙΚΟΝ 26:38-45