Text copied!
CopyCompare
μετάφραση των εβδομήκοντα - ΛΕΥΙΤΙΚΟΝ - ΛΕΥΙΤΙΚΟΝ 13

ΛΕΥΙΤΙΚΟΝ 13:3-10

Help us?
Click on verse(s) to share them!
3Καὶ ὄψεται ὁ ἱερεὺς τὴν ἁφὴν ἐν δέρματι τοῦ χρωτὸς αὐτοῦ, καὶ ἡ θρὶξ ἐν τῇ ἁφῇ μεταβάλῃ λευκὴ, καὶ ἡ ὄψις τῆς ἁφῆς ταπεινὴ ἀπὸ τοῦ δέρματος τοῦ χρωτὸς, ἁφὴ λέπρας ἐστί· καὶ ὄψεται ὁ ἱερεὺς, καὶ μιανεῖ αὐτόν.
4Ἐὰν δὲ καὶ τηλαυγὴς λευκὴ ἦ ἐν τῷ δέρματι τοῦ χρωτὸς αὐτοῦ, καὶ ταπεινὴ μὴ ἦ ἡ ὄψις αὐτῆς ἀπὸ τοῦ δέρματος, καὶ ἡ θρὶξ αὐτοῦ οὐ μετέβαλε τρίχα λευκὴν, αὐτὴ δέ ἐστιν ἀμαυρὰ, καὶ ἀφοριεῖ ὁ ἱερεὺς τὴν ἁφὴν ἑπτὰ ἡμέρας.
5Καὶ ὄψεται ὁ ἱερεὺς τὴν ἁφὴν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ· καὶ ἰδοὺ ἡ ἁφὴ μένει ἐναντίον αὐτοῦ, οὐ μετέπεσεν ἡ ἁφὴ ἐν τῷ δέρματι, καὶ ἀφοριεῖ αὐτὸν ὁ ἱερεὺς ἑπτὰ ἡμέρας τοδεύτερον.
6Καὶ ὄψεται ὁ ἱερεὺς αὐτὸν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ τοδεύτερον· καὶ ἰδοὺ ἀμαυρὰ ἡ ἁφή, οὐ μετέπεσεν ἡ ἁφὴ ἐν τῷ δέρματι· καὶ καθαριεῖ αὐτὸν ὁ ἱερεύς, σημασία γάρ ἐστι· καὶ πλυνάμενος τὰ ἱμάτια αὐτοῦ, καθαρὸς ἔσται.
7Ἐὰν δὲ μεταβαλοῦσα μεταπέσῃ ἡ σημασία ἐν τῷ δέρματι, μετὰ τὸ ἰδεῖν αὐτὸν τὸν ἱερέα τοῦ καθαρίσαι αὐτόν, καὶ ὀφθήσεται τοδεύτερον τῷ ἱερεῖ.
8Καὶ ὄψεται αὐτὸν ὁ ἱερεύς, καὶ ἰδοὺ μετέπεσεν ἡ σημασία ἐν τῷ δέρματι, καὶ μιανεῖ αὐτὸν ὁ ἱερεύς· λέπρα ἐστί.
9Καὶ ἁφὴ λέπρας ἐὰν γένηται ἐν ἀνθρώπῳ, και ἥξει πρὸς τὸν ἱερέα·
10Καὶ ὄψεται ὁ ἱερεὺς, καὶ ἰδοὺ οὐλὴ λευκὴ ἐν τῷ δέρματι, καὶ αὕτη μετέβαλε τρίχα λευκὴν, καὶ ἀπὸ τοῦ ὑγιοῦς τῆς σαρκὸς τῆς ζώσης ἐν τῇ οὐλῇ.

Read ΛΕΥΙΤΙΚΟΝ 13ΛΕΥΙΤΙΚΟΝ 13
Compare ΛΕΥΙΤΙΚΟΝ 13:3-10ΛΕΥΙΤΙΚΟΝ 13:3-10