Text copied!
CopyCompare
μετάφραση των εβδομήκοντα - ΛΕΥΙΤΙΚΟΝ - ΛΕΥΙΤΙΚΟΝ 10

ΛΕΥΙΤΙΚΟΝ 10:2-9

Help us?
Click on verse(s) to share them!
2Καὶ ἐξῆλθε πῦρ παρὰ Κυρίου, καὶ κατέφαγεν αὐτοὺς, καὶ ἀπέθανον ἔναντι Κυρίου.
3Καὶ εἶπε Μωυσῆς πρὸς Ἀαρὼν, τοῦτό ἐστιν, ὃ εἶπε Κύριος, λέγων, ἐν τοῖς ἐγγίζουσί μοι ἁγιασθήσομαι, καὶ ἐν πάσῃ τῇ συναγωγῇ δοξασθήοσμαι· καὶ κατενύχθη Ἀαρών.
4Καὶ ἐκάλεσε Μωυσῆς τὸν Μισαδάη, καὶ τὸν Ἐλισαφὰν, υἱοὺς Ὀζιὴλ, υἱοὺς τοῦ ἀδελφοῦ τοῦ πατρὸς Ἀαρὼν, καὶ εἶπεν αὐτοῖς, προσέλθατε καὶ ἄρατε τοὺς ἀδελφοὺς ὑμῶν ἐκ προσώπου τῶν ἁγίων ἔξω τῆς παρεμβολῆς.
5Καὶ προσῆλθον, καὶ ᾖραν αὐτοὺς ἐν τοῖς χιτῶσιν αὐτῶν ἔξω τῆς παρεμβολῆς, ὃν τρόπον εἶπε Μωυσῆς.
6Καὶ εἶπε Μωυσῆς πρὸς Ἀαρὼν καὶ Ἐλεάζαρ καὶ Ἰθάμαρ τοὺς υἱοὺς αὐτοῦ τοὺς καταλελειμμένους, τὴν κεφαλὴν ὑμῶν οὐκ ἀποκιδαρώσετε, καὶ τὰ ἱμάτια ὑμῶν οὐ διαῤῥήξετε, ἵνα μὴ ἀποθάνητε, καὶ ἐπὶ πᾶσαν τὴν συναγωγὴν ἔσται θυμός· οἱ δὲ ἀδελφοὶ ὑμῶν, πᾶς ὁ οἶκος Ἰσραὴλ, κλαύσονται τὸν ἐμπυρισμὸν, ὃν ἐνεπυρίσθησαν ὑπὸ Κυρίου.
7Καὶ ἀπὸ τὴς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου οὐκ ἐξελεύσεσθε, ἵνα μὴ ἀποθάνητε· τὸ ἔλαιον γὰρ τῆς χρίσεως, τὸ παρὰ Κυρίου, ἐφʼ ὑμῖν, καὶ ἐποίησαν κατὰ τὸ ῥῆμα Μωυσῆ.
8Καὶ ἐλάλησε Κύριος τῷ Ἀαρὼν, λέγων,
9οἶνον καὶ σίκερα οὐ πίεσθε σὺ καὶ οἱ υἱοί σου μετὰ σοῦ, ἡνίκα ἐὰν εἰσπορεύησθε εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου, ἢ προσπορευομένων ὑμῶν πρὸς τὸ θυσιαστήριον, καὶ οὐ μὴ ἀποθάνητε· νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμῶν,

Read ΛΕΥΙΤΙΚΟΝ 10ΛΕΥΙΤΙΚΟΝ 10
Compare ΛΕΥΙΤΙΚΟΝ 10:2-9ΛΕΥΙΤΙΚΟΝ 10:2-9