Text copied!
CopyCompare
μετάφραση των εβδομήκοντα - ΚΡΙΤΑΙ - ΚΡΙΤΑΙ 6

ΚΡΙΤΑΙ 6:5-19

Help us?
Click on verse(s) to share them!
5Ὅτι αὐτοὶ καὶ αἱ κτήσεις αὐτῶν ἀνέβαινον, καὶ αἱ σκηναὶ αὐτῶν παρεγίνοντο, καθὼς ἀκρὶς εἰς πλῆθος, καὶ αὐτοῖς καὶ ταῖς καμήλοις αὐτῶν οὐκ ἦν ἀριθμός· καὶ ἤρχοντο εἰς τὴν γῆν Ἰσραὴλ, καὶ διέφθειρον αὐτήν.
6Καὶ ἐπτώχευσεν Ἰσραὴλ σφόδρα ἀπὸ προσώπου Μαδιάμ.
7Καὶ ἐβόησαν οἱ υἱοὶ Ἰσραὴλ πρὸς Κύριον ἀπὸ προσώπου Μαδιάμ.
8Καὶ ἐξαπέστειλε Κύριος ἄνδρα προφήτην πρὸς τοὺς νἱοὺς Ἰσραήλ· καὶ εἶπεν αὐτοῖς, τάδε λέγει Κύριος ὁ Θεὸς Ἰσραὴλ, ἐγώ εἰμι ὃς ἀνήγαγον ὑμᾶς ἐκ γῆς Αἰγύπτου, καὶ ἐξήγαγον ὑμᾶς ἐξ οἴκου δουλείας ὑμῶν·
9καὶ ἐῤῥυσάμην ὑμᾶς ἐκ χειρὸς Αἰγύπτου καὶ ἐκ χειρὸς πάντων τῶν θλιβόντων ὑμᾶς, καὶ ἐξέβαλον αὐτοὺς ἐκ προσώπου ὑμῶν· καὶ ἔδωκα ὑμῖν τὴν γῆν αὐτῶν.
10Καὶ εἶπα ὑμῖν, ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν· οὐ φοβηθήσεσθε τοὺς θεοὺς τοῦ Ἀμοῤῥαίου, ἐν οἷς ὑμεῖς κάθησθε ἐν τῇ γῇ αὐτῶν· καὶ οὐκ εἰσηκούσατε τῆς φωνῆς μου.
11Καὶ ἦλθεν ἄγγελος Κυρίου, καὶ ἐκάθισεν ὑπὸ τὴν τερέμινθον τὴν ἐν Ἐφραθὰ ἐν γῇ Ἰωὰς πατρὸς τοῦ Ἐσδρί· καὶ Γεδεὼν ὁ υἱὸς αὐτοῦ ῥαβδίζων σῖτον ἐν ληνῷ εἰς ἐκφυγεῖν ἀπὸ προσώπου τοῦ Μαδίαμ.
12Καὶ ὤφθη αὐτῷ ὁ ἄγγελος Κυρίου, καὶ εἶπε πρὸς αὐτὸν, Κύριος μετὰ σοῦ, ἰσχυρὸς τῶν δυνάμεων.
13Καὶ εἶπε πρὸς αὐτὸν Γεδεὼν, ἐν ἐμοὶ, Κύριέ μου· καὶ εἰ ἔστι Κύριος μεθʼ ἡμῶν, εἰς τί εὗρεν ἡμᾶς τὰ κακὰ ταῦτα; καὶ ποῦ ἐστι πάντα τὰ θαυμάσια αὐτοῦ, ἃ διηγήσαντο ἡμῖν οἱ πατέρες ἡμῶν, λέγοντες, μὴ οὐχὶ ἐξ Αἰγύπτου ἀνήγαγεν ἡμᾶς Κύριος; καὶ νῦν ἐξέῤῥιψεν ἡμᾶς καὶ ἔδωκεν ἡμᾶς ἐν χειρὶ Μαδίαμ.
14Καὶ ἐπέστρεψε πρὸς αὐτὸν ὁ ἄγγελος Κυρίου, καὶ εἶπε, πορεύου ἐν τῇ ἰσχύϊ σου ταύτῃ, καὶ σώσεις τὸν Ἰσραὴλ ἐκ χειρὸς Μαδιάμ· ἰδοὺ ἐξαπέστειλά σε.
15Καὶ εἶπε πρὸς αὐτὸν Γεδεὼν, ἐν ἐμοὶ, Κύριέ μου, ἐν τίνι σώσω τὸν Ἰσραήλ; ἰδοὺ ἡ χιλιάς μου ἠσθένησεν ἐν Μανασσῇ, καὶ ἐγώ εἰμι μικρότερος ἐν οἴκῳ τοῦ πατρός μου.
16Καὶ εἶπε πρὸς αὐτὸν ὁ ἄγγελος Κυρίου, Κύριος ἔσται μετὰ σοῦ, καὶ πατάξεις τὴν Μαδιὰμ ὡσεὶ ἄνδρα ἕνα.
17Καὶ εἶπε πρὸς αὐτὸν Γεδεὼν, εἰ δὴ εὗρον ἔλεος ἐν ὀφθαλμοῖς σου, καὶ ποιήσεις μοι σήμερον πᾶν ὅτι, ἐλάλησας μετʼ ἐμοῦ,
18μὴ χωρισθῇς ἐντεῦθεν ἕως τοῦ ἐλθεῖν με πρὸς σὲ, καὶ ἐξοίσω τὴν θυσίαν καὶ θύσω ἐνώπιόν σου· καὶ εἶπεν, ἐγώ εἰμι καθίσομαι ἕως τοῦ ἐπιστρέψαι σε.
19Καὶ Γεδεὼν εἰσῆλθε, καὶ ἐποίησεν ἔριφον αἰγῶν καὶ οἰφὶ ἀλεύρου ἄζυμα, καὶ τὰ κρέα ἔθηκεν ἐν τῷ κοφίνῳ, καὶ τὸν ζωμὸν ἔβαλεν ἐν τῇ χύτρᾳ, καὶ ἐξήνεγκεν αὐτὰ πρὸς αὐτὸν ὑπὸ τὴν τερέμινθον, καὶ προσήγγισε.

Read ΚΡΙΤΑΙ 6ΚΡΙΤΑΙ 6
Compare ΚΡΙΤΑΙ 6:5-19ΚΡΙΤΑΙ 6:5-19