4Καὶ ἐὰν ἑπτάκις τῆς ἡμέρας ἁμάρτῃ εἰς σέ, καὶ ἑπτάκις τῆς ἡμέρας ἐπιστρέψῃ, λέγων, ‹Μετανοῶ,› ἀφήσεις αὐτῷ.»
5Καὶ εἶπον οἱ ἀπόστολοι τῷ Κυρίῳ, «Πρόσθες ἡμῖν πίστιν.»
6Εἶπεν δὲ ὁ Κύριος· «Εἰ εἴχετε πίστιν ὡς κόκκον σινάπεως, ἐλέγετε ἂν τῇ συκαμίνῳ ταύτῃ, ‹Ἐκριζώθητι, καὶ φυτεύθητι ἐν τῇ θαλάσσῃ,› καὶ ὑπήκουσεν ἂν ὑμῖν.
7»Τίς δὲ ἐξ ὑμῶν, δοῦλον ἔχων ἀροτριῶντα ἢ ποιμαίνοντα, ὃς εἰσελθόντι ἐκ τοῦ ἀγροῦ, ἐρεῖ εὐθέως, ‹Παρελθὼν ἀνάπεσε›;
8Ἀλλ᾿ οὐχὶ ἐρεῖ αὐτῷ, ‹Ἑτοίμασον τί δειπνήσω, καὶ περιζωσάμενος διακόνει μοι ἕως φάγω καὶ πίω, καὶ μετὰ ταῦτα φάγεσαι καὶ πίεσαι σύ›;