Text copied!
CopyCompare
μετάφραση των εβδομήκοντα - ΙΟΥΔΙΘ

ΙΟΥΔΙΘ 3

Help us?
Click on verse(s) to share them!
1Καὶ ἀπέστειλαν πρὸς αὐτὸν ἀγγέλους λόγοις εἰρηνικοῖς, λέγοντες,
2ἰδοὺ ἡμεῖς οἱ παῖδες Ναβουχοδονόσορ βασιλέως μεγάλου παρακείμεθα ἐνώπιόν σου, χρῆσαι ἡμῖν καθὼς ἀρεστόν ἐστι τῷ προσώπῳ σου.
3Ἰδοὺ αἱ ἐπαύλεις ἡμῶν, καὶ πᾶν πεδίον πυρῶν, καὶ τὰ ποίμνια καὶ τὰ βουκόλια, καὶ πᾶσαι αἱ μάνδραι τῶν σκηνῶν ἡμῶν παράκεινται πρὸ προσώπου σου· χρῆσαι καθʼ ὃ ἂν ἀρέσκῃ σοι.
4Ἰδοὺ καὶ αἱ πόλεις ἡμῶν, καὶ οἱ κατοικοῦντες ἐν αὐταῖς δοῦλοί σου εἰσίν· ἐλθὼν ἀπάντησον αὐταῖς ὡς ἔστιν ἀγαθὸν ἐν ὀφθαλμοῖς σου.
5Καὶ παρεγένοντο οἱ ἄνδρες πρὸς Ὀλοφέρνην, καὶ ἀπήγγειλαν αὐτῷ κατὰ τὰ ῥήματα ταῦτα.
6Καὶ κατέβη ἐπὶ τὴν παραλίαν αὐτὸς καὶ ἡ δύναμις αὐτοῦ, καὶ ἐφρούρησε τὰς πόλεις τὰς ὑψηλάς· καὶ ἔλαβεν ἐξ αὐτῶν εἰς συμμαχίαν ἄνδρας ἐπιλέκτους.
7Καὶ ἐδέξαντο αὐτὸν αὐτοὶ, καὶ πᾶσα ἡ περίχωρος αὐτῶν μετὰ στεφάνων καὶ χορῶν καὶ τυμπάνων.
8Καὶ κατέσκαψε πάντα τὰ ὅρια αὐτῶν, καὶ τὰ ἄλση αὐτῶν ἐξέκοψε· καὶ ἦν δεδογμένον αὐτῷ ἐξολοθρεῦσαι πάντας τοὺς θεοὺς τῆς γῆς, ὅπως αὐτῷ μόνῳ τῷ Ναβουχοδονόσορ λατρεύσωσι πάντα τὰ ἔθνη, καὶ πᾶσαι αἱ γλῶσσαι καὶ πᾶσαι αἱ φυλαὶ αὐτῶν ἐπικαλέσωνται αὐτὸν εἰς θεόν.
9Καὶ ἦλθε κατὰ πρόσωπον Ἐσδρηλὼν πλησίον τῆς Δωταίας, ἥ ἐστιν ἀπέναντι τοῦ πρίονος τοῦ μεγάλου τῆς Ἰουδαίας.
10Καὶ κατεστρατοπέδευσεν ἀναμέσον Γαιβαὶ καὶ Σκυθῶν πόλεως, καὶ ἦν ἐκεῖ μῆνα ἡμερῶν εἰς τὸ συλλέξαι πᾶσαν τὴν ἀπαρτίαν τῆς δυνάμεως αὐτοῦ.