Text copied!
CopyCompare
μετάφραση των εβδομήκοντα - ΙΟΥΔΙΘ

ΙΟΥΔΙΘ 12

Help us?
Click on verse(s) to share them!
1Καὶ ἐκέλευσεν εἰσαγαγεῖν αὐτὴν οὗ ἐτίθετο τὰ ἀργυρώματα, καὶ αὐτοῦ συνέταξε καταστρῶσαι αὐτῇ ἀπὸ τῶν ὀψοποιημάτων αὐτοῦ, καὶ τοῦ οἴνου αὐτοῦ πίνειν.
2Καὶ εἶπεν Ἰουδὶθ, οὐ φάγομαι ἐξ αὐτῶν, ἵνα μὴ γένηται σκάνδαλον, ἀλλʼ ἐκ τῶν ἠκολουθηκότων μοι χορηγηθήσεται.
3Καὶ εἶπε πρὸς αὐτὴν Ὀλοφέρνης, ἐὰν δὲ ἐκλίπῃ τὰ ὄντα μετὰ σοῦ, πόθεν ἐξοίσομέν σοι δοῦναι ὅμοια αὐτοῖς; οὐ γάρ ἐστι μεθʼ ἡμῶν ἐκ τοῦ ἔθνους σου.
4Καὶ εἶπεν Ἰουδὶθ πρὸς αὐτὸν, ζῇ ἡ ψυχη σου, κύριέ μου, ὅτι οὐ δαπανήσι ἡ δούλη σου τὰ ὄντα μετʼ ἐμοῦ, ἕως ἂν ποιήσῃ Κὺριος ἐν χειρί μου ἃ ἐβουλεύσατο.
5Καὶ ἠγάγοσαν αὐτὴν οἱ θεράποντες Ὀλοφέρνου εἰς τὴν σκηνὴν, καὶ ὕπνωσε μέχρι μεσούσης τῆς νυκτός· καὶ ἀνέστη πρὸς τὴν ἑωθινὴν φυλακὴν,
6καὶ ἀπέστειλε πρὸς Ὀλοφέρνην, λέγουσα, ἐπιταξάτω δὴ ὁ κύριός μου, ἐᾶσαι τὴν δούλην σου ἐπὶ προσευχὴν ἐξελθεῖν.
7Καὶ προσέταξεν Ὀλοφέρνης τοῖς σωματοφύλαξι μὴ διακωλύειν αὐτήν· καὶ παρέμεινεν ἐν τῇ παρεμβολῇ ἡμέρας τρεῖς, καὶ ἐξεπορεύετο κατὰ νύκτα εἰς τὴν φάραγγα Βετυλούα, καὶ ἐβαπτίζετο ἐν τῇ παρεμβολῇ ἐπὶ τῆς πηγῆς τοῦ ὕδατος.
8Καὶ ὡς ἀνέβη, ἐδέετο τοῦ Κυρίου Θεοῦ Ἰσραὴλ κατευθύναι τὴν ὁδὸν αὐτῆς εἰς ἀνάστεμα τῶν υἱῶν τοῦ λαοῦ αὐτοῦ.
9Καὶ εἰσπορευομένη καθαρὰ παρέμενε τῇ σκηνῇ, μέχρις οὗ προσηνέγκατο τὴν τροφὴν αὐτῆς πρὸς ἑσπέραν.
10Καὶ ἐγένετο ἐν τῇ ἡμέρᾳ τῇ τετάρτῃ, ἐποίησεν Ὀλοφέρνης πότον τοῖς δούλοις αὐτοῦ μόνοις, καὶ οὐκ ἐκάλεσεν εἰς τὴν χρῆσιν οὐδένα τῶν πρὸς ταῖς χρείαις.
11Καὶ εἶπε Βαγώᾳ τῷ εὐνούχῳ, ὃς ἦν ἀφεστηκὼς ἐπὶ πάντων τῶν αὐτοῦ, πεῖσον δὴ πορευθεὶς τὴν γυναῖκα τὴν Ἑβραίαν ἥ ἐστι παρὰ σοὶ, τοῦ ἐλθεῖν πρὸς ἡμᾶς, καὶ φαγεῖν καὶ πιεῖν μεθʼ ἡμῶν.
12Ἰδοὺ γὰρ αἰσχρὸν τῷ προσώπῳ ἡμῶν, εἰ γυναῖκα τοιαύτην παρήσομεν οὐχ ὁμιλήσαντες αὐτῇ, ὅτι ἐὰν ταύτην μὴ ἐπισπασώμεθα, καταγελάσεται ἡμῶν.
13Καὶ ἐξῆλθε Βαγώας ἀπὸ προσώπου Ὀλοφέρνου, καὶ εἰσῆλθε πρὸς αὐτὴν, καὶ εἶπε, μὴ ὀκνησάτω δὴ ἡ παιδίσκη ἡ καλὴ αὕτη ἐλθοῦσα πρὸς τὸν κύριόν μου, δοξασθῆναι κατὰ πρόσωπον αὐτοῦ, καὶ πίεσαι μεθʼ ἡμῶν εἰς εὐφροσύνην οἶνον, καὶ γενηθῆναι ἐν τῇ ἡμέρᾳ ταύτῃ ὡς θυγάτηρ μία τῶν υἱῶν Ἀσσοὺρ, αἳ παρεστήκασιν ἐν οἴκῳ Ναβουχοδονόσορ.
14Καὶ εἶπε πρὸς αὐτὸν Ἰουδίθ, καὶ τίς εἰμι ἐγὼ ἀντεροῦσα τῷ κυρίῳ μου; ὅτι πᾶν ὃ ἔσται ἐν τοῖς ὀφθαλμοῖς αὐτοῦ ἀρεστὸν, σπεύσασα ποιήσω, καὶ ἔσται τοῦτο ἀγαλλίαμα ἕως ἡμέρας θανάτου μου.
15Καὶ διαναστᾶσα ἐκοσμήθη τῷ ἱματισμῷ καὶ παντὶ τῷ κόσμῳ τῷ γυναικείῳ· καὶ προσῆλθεν ἡ δούλη αὐτῆς, καὶ ἔστρωσεν αὐτῇ κατέναντι Ὀλοφέρνου χαμαὶ τὰ κώδια, ἃ ἔλαβε παρὰ Βαγώου εἰς τὴν καθημερινὴν δίαιταν αὐτῆς, εἰς τὸ ἐσθίειν κατακλινομένην ἐπʼ αὐτῶν.
16Καὶ εἰσελθοῦσα ἀνέπεσεν Ἰουδίθ, καὶ ἐξέστη ἡ καρδία Ὀλοφέρνου ἐπʼ αὐτὴν, καὶ ἐσαλεύθη ἡ ψυχὴ αὐτοῦ· καὶ ἦν κατεπίθυμος σφόδρα τοῦ συγγενέσθαι μετʼ αὐτῆς· καὶ ἐτήρει καιρὸν τοῦ ἀπατῆσαι αὐτὴν, ἀφʼ ἧς ἡμέρας εἶδεν αὐτήν.
17Καὶ εἶπε πρὸς αὐτὴν Ὀλοφέρνης, πίε δὴ, καὶ γενήθητι μεθʼ ἡμῶν εἰς εὐφροσύνην.
18Καὶ εἶπεν Ἰουδὶθ, πίομαι δὴ, κύριε, ὅτι ἐμεγαλύνθη τὸ ζῇν μου ἐν ἐμοὶ σήμερον παρὰ πάσας τὰς ἡμέρας τῆς γενέσεώς μου.

19Καὶ λαβοῦσα ἔφαγε καὶ ἔπιε κατέναντι αὐτοῦ ἃ ἡτοίμασεν ἡ δούλη αὐτῆς.
20Καὶ ηὐφράνθη Ὀλοφέρνης ἀπʼ αὐτῆς, καὶ ἔπιεν οἶνον πολὺν σφόδρα ὅσον οὐκ ἔπιε πώποτε ἐν ἡμέρᾳ μιᾷ ἀφʼ οὗ ἐγεννήθη.