Text copied!
CopyCompare
μετάφραση των εβδομήκοντα - ΕΚΚΛΗΣΙΑΣΤΗΣ - ΕΚΚΛΗΣΙΑΣΤΗΣ 8

ΕΚΚΛΗΣΙΑΣΤΗΣ 8:1-9

Help us?
Click on verse(s) to share them!
1Σοφία ἀνθρώπου φωτιεῖ πρόσωπον αὐτοῦ, καὶ ἀναιδὴς προσώπῳ αὐτοῦ μισηθήσεται.
2Στόμα βασιλέως φύλαξον, καὶ περὶ λόγου ὅρκου Θεοῦ.
3Μὴ σπουδάσῃς, ἀπὸ προσώπου αὐτοῦ πορεύσῃ· μὴ στῇς ἐν λόγῳ πονηρῷ, ὅτι πᾶν ὃ ἐὰν θελήσῃ ποιήσει,
4καθὼς βασιλεὺς ἐξουσιάζων. καὶ τίς ἐρεῖ αὐτῷ, τί ποιεῖς;
5Ὁ φυλάσσων ἐντολὴν, οὐ γνώσεται ῥῆμα πονηρὸν, καὶ καιρὸν κρίσεως γινώσκει καρδία σοφοῦ.
6Ὅτι παντὶ πράγματί ἐστι καιρὸς καὶ κρίσις, ὅτι γνῶσις τοῦ ἀνθρώπου πολλὴ ἐπʼ αὐτόν.
7Ὅτι οὐκ ἔστι γινώσκων τί τὸ ἐσόμενον, ὅτι καθὼς ἔσται, τίς ἀναγγελεῖ αὐτῷ;
8Οὐκ ἔστιν ἄνθρωπος ἐξουσιάζων ἐν πνεύματι, τοῦ κωλύσαι σὺν τὸ πνεῦμα. καὶ οὐκ ἔστιν ἐξουσία ἐν ἡμέρᾳ θανάτου, καὶ οὐκ ἔστιν ἀποστολὴ ἐν ἡμέρᾳ πολέμου, καὶ οὐ διασώσει ἀσέβεια τὸν παρʼ αὐτῆς.
9Καὶ σύμπαν τοῦτο εἶδον, καὶ ἔδωκα τὴν καρδίαν μου εἰς πᾶν τὸ ποίημα ὃ πεποίηται ὑπὸ τὸν ἥλιον, τὰ ὅσα ἐξουσιάσατο ὁ ἄνθρωπος ἐν ἀνθρώπῳ τοῦ κακῶσαι αὐτόν.

Read ΕΚΚΛΗΣΙΑΣΤΗΣ 8ΕΚΚΛΗΣΙΑΣΤΗΣ 8
Compare ΕΚΚΛΗΣΙΑΣΤΗΣ 8:1-9ΕΚΚΛΗΣΙΑΣΤΗΣ 8:1-9