Text copied!
CopyCompare
μετάφραση των εβδομήκοντα - ΒΑΣΙΛΕΙΩΝ Γ - ΒΑΣΙΛΕΙΩΝ Γ 15

ΒΑΣΙΛΕΙΩΝ Γ 15:18-25

Help us?
Click on verse(s) to share them!
18Καὶ ἔλαβεν Ἀσὰ σύμπαν τὸ ἀργύριον καὶ τὸ χρυσίον τὸ εὑρεθὲν ἐν τοῖς θησαυροῖς οἴκου Κυρίου καὶ ἐν τοῖς θησαυροῖς τοῦ οἴκου τοῦ βασιλέως, καὶ ἔδωκεν αὐτὰ εἰς χεῖρας παίδων αὐτοῦ· καὶ ἐξαπέστειλεν αὐτοὺς ὁ βασιλεὺς Ἀσὰ πρὸς υἱὸν Ἄδερ υἱὸν Ταβερεμὰ υἱοῦ Ἀζὶν βασιλέως Συρίας τοῦ κατοικοῦντος ἐν Δαμασκῷ, λέγων,
19διάθου διαθήκην ἀναμέσον ἐμοῦ καὶ ἀναμέσον σοῦ, καὶ ἀναμέσον τοῦ πατρός μου καὶ τοῦ πατρός σου· ἰδοὺ ἐξαπέσταλκά σοι δῶρα ἀργύριον καὶ χρυσίον· δεῦρο, διασκέδασον τὴν διαθήκην σου τὴν πρὸς Βαασὰ βασιλέα Ἰσραὴλ, καὶ ἀναβήσεται ἀπʼ ἐμοῦ.
20Καὶ ἤκουσεν υἱὸς Ἄδερ τοῦ βασιλέως Ἀσά, καὶ ἀπέστειλε τοὺς ἄρχοντας τῶν δυνάμεων αὐτοῦ ταῖς πόλεσι τοῦ Ἰσραὴλ, καὶ ἐπάταξαν τὴν Ἀῒν, τὴν Δὰν, καὶ τὴν Ἀβὲλ οἴκου Μααχὰ, καὶ πᾶσαν τὴν Χεννερὲθ, ἕως πάσης τῆς γῆς Νεφθαλί.
21Καὶ ἐγένετο ὡς ἤκουσε Βαασὰ, καὶ διέλιπε τοῦ οἰκοδομεῖν τὴν Ῥαμὰ, καὶ ἀνέστρεψεν εἰς Θερσά.
22Καὶ ὁ βασιλεὺς Ἀσὰ παρήγγειλε παντὶ Ἰούδα εἰς ἐνακὶμ, καὶ αἴρουσι τοὺς λίθους τῆς Ῥαμὰ, καὶ τὰ ξύλα αὐτῆς ἃ ᾠκοδόμησε Βαασά· καὶ ᾠκοδόμησεν ἐν αὐτοῖς ὁ βασιλεὺς Ἀσὰ πᾶν βουνὸν Βενιαμὶν καὶ τὴν σκοπιάν.
23Καὶ τὰ λοιπὰ τῶν λόγων Ἀσὰ, καὶ πᾶσα ἡ δυναστεία αὐτοῦ ἣν ἐποίησε, καὶ τὰς πόλεις ἃς ᾠκοδόμησεν, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐστὶν ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰούδα; πλὴν ἐν τῷ καιρῷ τοῦ γήρως αὐτοῦ ἐπόνεσε τοὺς πόδας αὐτοῦ.
24Καὶ ἐκοιμήθη Ἀσὰ μετὰ τῶν πατέρων αὐτοῦ, καὶ θάπτεται μετὰ τῶν πατέρων αὐτοῦ ἐν πόλει Δαυίδ πατρὸς αὐτοῦ· καὶ βασιλεύει Ἰωσαφὰτ υἱὸς αὐτοῦ ἀντʼ αὐτοῦ.
25Καὶ Ναβὰτ υἱὸς Ἱεροβοὰμ βασιλεύει ἐπὶ Ἰσραὴλ ἐν ἔτει δευτέρῳ τοῦ Ἀσὰ βασιλέως Ἰούδα, καὶ ἐβασίλευσεν ἐν Ἰσραὴλ ἔτη δύο.

Read ΒΑΣΙΛΕΙΩΝ Γ 15ΒΑΣΙΛΕΙΩΝ Γ 15
Compare ΒΑΣΙΛΕΙΩΝ Γ 15:18-25ΒΑΣΙΛΕΙΩΝ Γ 15:18-25