Text copied!
CopyCompare
μετάφραση των εβδομήκοντα - ΣΟΦΙΑ

ΣΟΦΙΑ 2

Help us?
Click on verse(s) to share them!
1Εἶπον γὰρ ἑαυτοῖς λογισάμενοι οὐκ ὀρθῶς, ὀλίγος ἐστὶ καὶ λυπηρὸς ὁ βίος ἡμῶν, καὶ οὐκ ἔστιν ἴασις ἐν τελευτῇ ἀνθρώπου, καὶ οὐκ ἐγνώσθη ὁ ἀναλύσας ἐξ ᾅδου.
2Ὅτι αὐτοσχεδίως ἐγεννήθημεν, καὶ μετὰ τοῦτο ἐσόμεθα ὡς οὐχ ὑπάρξαντες, ὅτι καπνὸς ἡ πνοὴ ἐν ῥισὶν ἡμῶν, καὶ ὁ λόγος σπινθὴρ ἐν κινήσει καρδίας ἡμῶν,
3οὗ σβεσθέντος τέφρα ἀποβήσεται τὸ σῶμα, καὶ τὸ πνεῦμα διαχυθήσεται ὡς χαῦνος ἀήρ.
4Καὶ τὸ ὄνομα ἡμῶν ἐπιλησθήσεται ἐν χρόνῳ, καὶ οὐθεὶς μνημονεύσει τῶν ἔργων ἡμῶν· καὶ παρελεύσεται ὁ βίος ἡμῶν ὡς ἴχνη νεφέλης, καὶ ὡς ὁμίχλη διασκεδασθήσεται διωχθεῖσα ὑπὸ ἀκτίνων ἡλίου, καὶ ὑπὸ θερμότητος αὐτοῦ βαρυνθεῖσα.
5Σκιᾶς γὰρ πάροδος ὁ βίος ἡμῶν, καὶ οὐκ ἔστιν ἀναποδισμὸς τῆς τελευτῆς ἡμῶν, ὅτι κατεσφραγίσθη, καὶ οὐδεὶς ἀναστρέφει.
6Δεῦτε οὖν καὶ ἀπολαύσωμεν τῶν ὄντων ἀγαθῶν, καὶ χρησώμεθα τῇ κτίσει ὡς νεότητι σπουδαίως.
7Οἴνου πολυτελοῦς καὶ μύρων πλησθῶμεν, καὶ μὴ παροδευσάτω ἡμᾶς ἄνθος ἀέρος.
8Στεψώμεθα ῥόδων κάλυξι πρινὴ μαρανθῆναι.
9Μηδεὶς ἡμῶν ἄμοιρος ἔστω τῆς ἡμετέρας ἀγερωχίας, πανταχῆ καταλίπωμεν σύμβολα τῆς εὐφροσύνης, ὅτι αὕτη ἡ μερὶς ἡμῶν καὶ ὁ κλῆρος οὗτος.
10Καταδυναστεύσωμεν πένητα δίκαιον, μὴ φεισώμεθα χήρας, μηδὲ πρεσβύτου ἐντραπῶμεν πολιὰς πολυχρονίους.
11Ἔστω δὲ ἡμῶν ἡ ἰσχὺς νόμος τῆς δικαιοσύνης, τὸ γὰρ ἀσθενὲς ἄχρηστον ἐλέγχεται.
12Ἐνεδρεύσωμεν δὲ τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστι καὶ ἐναντιοῦται τοῖς ἔργοις ἡμῶν, καὶ ὀνειδίζει ἡμῖν ἁμαρτήματα νόμου, καὶ ἐπιφημίζει ἡμῖν ἁμαρτήματα παιδείας ἡμῶν.
13Ἐπαγγέλλεται γνῶσιν ἔχειν Θεοῦ, καὶ παῖδα Κυρίου ἑαυτὸν ὀνομάζει.
14Ἐγένετο ἡμῖν εἰς ἔλεγχον ἐννοιῶν ἡμῶν.
15Βαρύς ἐστιν ἡμῖν καὶ βλεπόμενος, ὅτι ἀνόμοιος τοῖς ἄλλοις ὁ βίος αὐτοῦ, καὶ ἐξηλλαγμέναι αἱ τρίβοι αὐτοῦ.
16Εἰς κίβδηλον ἐλογίσθημεν αὐτῷ, καὶ ἀπέχεται τῶν ὁδῶν ἡμῶν ὡς ἀπὸ ἀκαθαρσιῶν· μακαρίζει ἔσχατα δικαίων, καὶ ἀλαζονεύεται πατέρα Θεόν.
17Ἴδωμεν εἰ οἱ λόγοι αὐτοῦ ἀληθεῖς, καὶ πειράσωμεν τὰ ἐν ἐκβάσει αὐτοῦ.
18Εἰ γάρ ἐστιν ὁ δίκαιος υἱὸς Θεοῦ, ἀντιλήμψεται αὐτοῦ, καὶ ῥύσεται αὐτὸν ἐκ χειρὸς ἀνθεστηκότων.

19Ὕβρει καὶ βασάνῳ ἐτάσωμεν αὐτόν, ἵνα γνῶμεν τὴν ἐπιείκειαν αὐτοῦ, καὶ δοκιμάσωμεν τὴν ἀνεξικακίαν αὐτοῦ.
20Θανάτῳ ἀσχήμονι καταδικάσωμεν αὐτόν· ἔσται γὰρ αὐτοῦ ἐπισκοπὴ ἐκ λόγων αὐτοῦ.
21Ταῦτα ἐλογίσαντο, καὶ ἐπλανήθησαν· ἀπετύφλωσε γὰρ αὐτοὺς ἡ κακία αὐτῶν, καὶ οὐκ ἔγνωσαν μυστήρια
22Θεοῦ, οὐδὲ μισθὸν ἤλπισαν ὁσιότητος, οὐδὲ ἔκριναν γέρας ψυχῶν ἀμώμων.
23Ὅτι ὁ Θεὸς ἔκτισε τὸν ἄνθρωπον ἐπ ἀφθαρσίᾳ, καὶ εἰκόνα τῆς ἰδίας ἰδιότητος ἐποίησεν ἀτόν.
24Φθόνῳ δὲ διαβόλου θάνατος εἰσῆλθεν εἰς τὸν κόσμον· πειράζουσι δὲ αὐτὸν οἱ τῆς ἐκείνου μερίδος ὄντες.