Text copied!
CopyCompare
μετάφραση των εβδομήκοντα - ΣΟΦΙΑ

ΣΟΦΙΑ 10

Help us?
Click on verse(s) to share them!
1Αὕτη πρωτόπλαστον πατέρα κόσμου μόνον κτισθέντα διεφύλαξε, καὶ ἐξείλατο αὐτὸν ἐκ παραπτώματος ἰδίου,
2ἔδωκέ τε αὐτῷ ἰσχὺν κρατῆσαι ἁπάντων.
3Ἀποστὰς δὲ ἀπʼ αὐτῆς ἄδικος ἐν ὀργῇ αὐτοῦ, ἀδελφοκτόνοις συναπώλετο θυμοῖς,
4διʼ ὃν κατακλυζομένην γῆν πάλιν διέσωσε σοφία, διʼ εὐτελοῦς ξύλου τὸν δίκαιον κυβερνήσασα.
5Αὕτη καὶ ἐν ὁμονοίᾳ πονηρίας ἐθνῶν συγχυθέντων εὗρε τὸν δίκαιον, καὶ ἐτήρησεν αὐτὸν ἄμεμπτον Θεῷ, καὶ ἐπὶ τέκνου σπλάγχνοις ἰσχυρὸν ἐφύλαξεν.
6Αὕτη δίκαιον, ἐξαπολλυμένων ἀσεβῶν, ἐῤῥύσατο φυγόντα πῦρ καταβάσιον Πενταπόλεως·
7οἷς ἐτὶ μαρτύριον τῆς πονηρίας καπνιζομένη καθέστηκε χέρσος, καὶ ἀτελέσιν ὥραις καρποφοροῦντα φυτά· ἀπιστοῦσης ψυχῆς μνημεῖον ἑστηκυῖα στήλη ἁλός.
8Σοφίαν γὰρ παροδεύσαντες οὐ μόνον ἐβλάβησαν τοῦ μὴ γνῶναι τὰ καλὰ, ἀλλὰ καὶ τῆς ἀφροσύνης ἀπέλιπον τῷ βίῳ μνημόσυνον, ἵνα ἐν οἷς ἐσφάλησαν μηδὲ λαθεῖν δυνηθῶσι.
9Σοφία δὲ τοὺς θεραπεύσαντας αὐτὴν ἐκ πόνων ἐῤῥύσατο.
10Αὕτη φυγάδα ὀργῆς ἀδελφοῦ δίκαιον ὡδήγησεν ἐν τρίβοις εὐθείαις, ἔδειξεν αὐτῷ βασιλείαν Θεοῦ, καὶ ἔδωκεν αὐτῷ γνῶσιν ἁγίων, εὐπόρησεν αὐτὸν ἐν μόχθοις, καὶ ἐπλήθυνε τοὺς πόνους αὐτοῦ.
11Ἐν πλεονεξίᾳ κατισχύοντων αὐτὸν παρέστη, καὶ ἐπλούτισεν αὐτόν.
12Διεφύλαξεν αὐτὸν ἀπὸ ἐχθρῶν, καὶ ἀπὸ ἐνεδρευόντων ἠσφαλίσατο, καὶ ἀγῶνα ἰσχυρὸν ἐβράβευσεν αὐτῷ, ἵνα γνῷ, ὅτι παντὸς δυνατωτέρα ἐστὶν εὐσέβεια.
13Αὕτη πραθέντα δίκαιον οὐκ ἐγκατέλιπεν, ἀλλὰ ἐξ ἁμαρτίας ἐῤῥύσατο αὐτόν·
14συγκατέβη αὐτῷ εἰς λάκκον, καὶ ἐν δεσμοῖς οὐκ ἀφῆκεν αὐτὸν, ἕως ἤνεγκεν αὐτῷ σκῆπτρα βασιλείας καὶ ἐξουσίαν τυραννούντων αὐτοῦ· ψευδεῖς τε ἔδειξε τοὺς μωμησαμένους αὐτὸν, καὶ ἔδωκεν αὐτῷ δόξαν αἰώνιον.
15Αὕτη λαὸν ὅσιον καὶ σπέρμα ἄμεμπτον ἐῤῥύσατο ἐξ ἔθνους θλιβόντων.
16Εἰσῆλθεν εἰς ψυχὴν θεράποντος Κυρίου, καὶ ἀντέστη βασιλεῦσι φοβεροῖς ἐν τέρασι καὶ σημείοις.
17Ἀπέδωκεν ὁσίοις μισθὸν κόπων αὐτῶν, ὡδήγησεν αὐτοὺς ἐν ὁδῷ θαυμαστῇ, καὶ ἐγένετο αὐτοῖς εἰς σκέπην ἡμέρας, καὶ εἰς φλόγα ἄστρων τὴν νύκτα.
18Διεβίβασεν αὐτοὺς θάλασσαν ἐρυθρὰν, καὶ διήγαγεν αὐτοὺς διʼ ὕδατος πολλοῦ.

19Τοὺς δὲ ἐχθροὺς αὐτῶν κατέκλυσε, καὶ ἐκ βάθους ἀβύσσου ἀνέβρασεν αὐτούς.
20Διὰ τοῦτο δίκαιοι ἐσκύλευσαν ἀσεβεῖς, καὶ ὕμνησαν Κύριε τὸ ὄνομα τὸ ἅγιόν σου, τήν τε ὑπέρμαχόν σου χεῖρα ᾔνεσαν ὁμοθυμαδόν.
21Ὅτι ἡ σοφία ἤνοιξε στόμα κωφῶν, καὶ γλώσσας νηπίων ἔθηκε τρανάς.