Text copied!
CopyCompare
μετάφραση των εβδομήκοντα - ΠΑΡΟΙΜΙΑΙ - ΠΑΡΟΙΜΙΑΙ 3

ΠΑΡΟΙΜΙΑΙ 3:28-33

Help us?
Click on verse(s) to share them!
28Μὴ εἴπῃς, ἐπανελθὼν ἐπάνηκε, αὔριον δώσω, δυνατοῦ σου ὄντος εὖ ποιεῖν· οὐ γὰρ οἶδας τί τέξεται ἡ ἐπιοῦσα.
29Μὴ τεκτῄνῃ ἐπὶ σὸν φίλον κακὰ παροικοῦντα καὶ πεποιθότα ἐπὶ σοί.
30Μὴ φιλεχθρήσῃς πρὸς ἄνθρωπον μάτην, μήτί σε ἐργάσηται κακόν.
31Μὴ κτήσῃ κακῶν ἀνδρῶν ὀνείδη, μηδὲ ζηλώσῃς τὰς ὁδοὺς αὐτῶν.
32Ἀκάθαρτος γὰρ ἔναντι Κυρίου πᾶς παράνομος, ἐν δὲ δικαίοις οὐ συνεδριάζει.
33Κατάρα Θεοῦ ἐν οἴκοις ἀσεβῶν, ἐπαύλεις δὲ δικαίων εὐλογοῦνται.

Read ΠΑΡΟΙΜΙΑΙ 3ΠΑΡΟΙΜΙΑΙ 3
Compare ΠΑΡΟΙΜΙΑΙ 3:28-33ΠΑΡΟΙΜΙΑΙ 3:28-33